Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ὑπὲρ Κτησιφῶντος. φάσμα τί φασιν εἶναι τῆς Ἑκάτης, ὃ τοῖς δυστυχοῦσιν ἐφαίνετο. πλήρης δὲ τοῦ ὀνόματος ἡ κωμῳδία.

αἱ παρῳχημέναι· Δημοσθένης κατ’ Ἀριστογείτονος.

εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ὑπῆγον. πολλοὶ μὲν οὖν εἰσὶ λόγοι ἐνδείξεως, γνωριμώτατοι δὲ οἱ κατ’ Ἀριστογείτονος Δημοσθένους.

ἀντὶ τοῦ ἐνεορτάζοντας, ἐν τῷ αὐτῷ τὴν δεκάτην ἄγοντας, Δημοσθένης ἐν τῷ κατὰ Θεοκρίνου.

Ὑπερείδης κατὰ Κόνωνος. τῆς ἐν Διομείοις ἀγομένης ἑορτῆς τῷ Ἡρακλεῖ μνημονεύουσι καὶ οἱ κωμικοί.

p.113

ἘΝΕΠΙΣΚΗΜΜΑ καὶ ΕΝΕΠΙΣΚΗΨΑΣΘΑΙ· Δημοσθένης ἐν τῷ κατὰ Τιμοθέου. ὁπότε δημευθείη τινὸς ἡ οὐσία, ἐξῆν προσελθόντι τῷ φάσκοντι δανειστῇ γεγονέναι τούτου τοῦ ἀνδρὸς λέγειν ὅτι ἐνοφείλεται αὐτῷ χρέος ἐν τῇ οὐσίᾳ. ἔστι δὲ καὶ λόγος τις ἐπιγραφόμενος ʽΔημοσθένους ʽπρὸς Κριτίαν περὶ τοῦ ἐνεπισκήμματος,ʼ ὃν Καλλίμαχος μὲν ἀναγράφει ὡς γνήσιον, Διονύσιος δὲ ὁ Ἁλικαρνασεὺς ὡς ψευδεπίγραφον.

Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα καὶ Ἄρχιππον ἀντὶ τοῦ ἐσκευασμένην καὶ πεπλασμένην.

Δημοσθένης ἐν τῷ πρὸς Σπουδίαν. τὸ ἀπετιμᾶτο διαφέρει τοῦ ἐνετιμᾶτο· ὅταν μὲν γὰρ πρός τι ποσὸν ἀργύριον ἀποτίμημα λαμβάνῃ τις, ἀποτιμᾶσθαι λέγεται· ὅταν δὲ ἐν εἴδεσί τισι λογίσηταί τις μέρος τι τοῦ ἀργυρίου, τοῦτο λέγεται ὡς ἐνετιμήσατο.

Ὑπερείδης ἐν τῷ πρὸς Ὑγιαίνοντα. τὴν ὑφ’ ἡμῶν τριακάδα καλουμένην ἕνην καὶ νέαν καλοῦσιν Ἀθηναῖοι ἀπὸ τοῦ τὴν

p.114
τελευτὴν ἔχειν τοῦ προτέρου μηνὸς καὶ τὴν ἀρχὴν τοῦ ὑστέρου. Πολέμων δέ φησιν ὅτι ἐκάλεσάν ποτε αὐτὴν Ἀθηναῖοι Δημητριάδα ἐπὶ τιμῇ Δημητρίου τοῦ Μακεδόνος. ΕΝΗΝ δὲ καὶ ΕΙΣ ΕΝΗΝ τὸ εἰς τρίτην λέγουσι. καὶ ἁπλῶς τὸ ΕΝΟΝ δασυνόμενον τὸ πρότερον καὶ παρεληλυθὸς δηλοῖ.

Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. Δίδυμος ὁ γραμματικὸς ἐν τῷ ὑπομνήματι τοῦ λόγου εἰπὼν ὡς τὰ ἔνθρυπτα ἐκκείμενον καὶ γνώριμον ἀπ’ αὐτῆς ἔχει τῆς φωνῆς τὸ σημαινόμενον, περιεργότερόν τινα ἐκτίθεται ἐξήγησιν ἀμάρτυρον· εἰσὶ δὲ ἔνθρυπτα τὰ ἐκ πεμμάτων, ἢ τὰ ἐνθρυβόμενα βρώματα. ἔνιοι δὲ ταῖς τελεταῖς αὐτὰ προσοικειοῦσι· καὶ Ἀπόλλων δὲ παρ’ Ἀθηναίοις Ἔνθρυπτος.