ἀντὶ τοῦ ὡμονόησεν.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
ἀντὶ τοῦ εἰσέβαινον τοὺς πόδας τοῦ χωρίου Ἰσαῖος ἐν τῷ πρὸς ὀργεῶνας.
ἀντὶ τοῦ εἰς ἀρχομένην ἡμέραν Ἰσαῖος ἐν τῷ περὶ τοῦ Κίρωνος κλήρου.
ἀντὶ τοῦ εἰσάξειν, εἰσδέξεσθαι· Ἀντιφῶν καὶ Δημοσθένης ἐν η Φιλιππικῷ. πολὺ δὲ τοὔνομα ἐν τῇ ἀρχαίᾳ κωμῳδίᾳ.
Δημοσθένης ἐν τῷ κατ’ Εὐέργου καὶ Μνησιβούλου, εἰ γνήσιος. Ἰακὸν δ’ ἐστὶ, καὶ τάχ’ ἂν εἴη Δεινάρχου· καὶ οὗτος γὰρ ξενικοῖς ὀνόμασι χρῆται.
Λυκοῦργος κατὰ Μενεσαίχμου. πρὸ τῆς Δήλου κεῖταί τι νησύδριον, ὅπερ ὑπ’ ἐνίων καλεῖται Ψαμμητίχη, ὡς
p.106
Φανόδημος ἐν τῇ α. Ψαμμητίχην δὲ κεκλῆσθαί φησιν ὁ Σῆμος ἐν α Δηλιακῶν διὰ τὸ τοῖς ψαμμήτοις τιμᾶσθαι τὴν θεόν· ψάμμητα δ’ ἐστὶ ψαιστῶν τις ἰδέα. ὄνομα μηνός. Ὑπερείδης. ὁ γοῦν Ἀμμώνιός φησιν ἀπὸ τοῦ πλείστας τούτῳ τῷ μηνὶ θύεσθαι ἑκατόμβας κεκλῆσθαι.
ὄνομα κύριον.