Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Λακεδαιμονίων βασιλεύς.

Λυκοῦργος ἐν τῷ ἐπιγραφομένῳ ἀπολογισμὸς ὧν πεπολιτευται. δερματικὸν ἂν εἴη λέγων ὁ ῥήτωρ τὸ ἐκ τῶν δερματίων τῶν πιπρασκομένων περιγινόμενον ἀργύριον.

Λυσίας ἐν τῷ πρὸς Εὐπείθην. Δίδυμος μὲν ἀποδίδωσι τὸν σκώληκα οὕτω λέγεσθαι τῷ Σοφοκλεῖ ἐν Νιόβῃ, ἐν ζ τῆς ἀπορουμένης λέξεως, Ἀρίσταρχος δὲ τὸ Σοφόκλειον ἐξηγούμενος τὸν ὄφιν ἀπέδωκε. μήποτε δὲ μᾶλλον ἂν εἴη ὅστις τὰ δέρματα ἐσθίει δερμηστὴς, ὡς ὑποσημαίνεται καὶ ἐν ς Μιλησιακῶν Ἀριστείδου.

κυρίως μὲν ἐπὶ τῆς πορφύρας λέγεται τοὔνομα τῆς ἔμμονον καὶ ἀνέκπλυτον ἐχούσης τὸ ἄνθος τῆς βαφῆς· ἐκ μεταφορᾶς δὲ καὶ ἐπὶ τῶν ἄλλων πάντων τῶν ἐχόντων τὸ χρῶμα ἔμμονον καὶ πολυχρόνιον τὸ δευσοποιὸν λέγεται παρὰ τοῖς παλαιοῖς, ὡς καὶ Πλάτων διασαφεῖ ἐν δ Πολιτείας. Δίφιλος Συντρόφοις

p.89
ἀγαθὸς βαφεὺς ἔνεστιν ἐν τῷ παιδίῳ· ταυτὶ γὰρ ἡμῖν δευσοποιὰ παντελῶς τὰ σπάργαν̓ ἀποδέδειχεν.

ὄνομα κύριον.

οἱ εἰς Δῆλον ἐξελθόντες θεωροί· Λυκοῦργος κατὰ Μενεσαίχμου.

Λυσίας ἐν τῷ κατὰ Μόσχου. ἄρχων τις ἦν ὁ δήμαρχος· οὗτοι δὲ τὰς ἀπογραφάς ἐποιοῦντο τῶν ἐν ἑκάστῳ δήμῳ χωρίων. ἔτι δὲ καὶ τὰ ληξιαρχικὰ γραμματεῖα παρὰ τούτοις ἦν, καὶ συνῆγον τοὺς δήμους ὁπότε δεήσειεν, καὶ ψῆφον αὐτοῖς ἐδίδοσαν. τούτους δέ φησιν Ἀριστοτέλης ἐν Ἀθηναίων πολιτείᾳ ὑπὸ Κλεισθένους κατασταθῆναι, τὴν αὐτὴν ἔχοντας ἐπιμέλειαν τοῖς πρότερον ναυκράροις. ὅτι δὲ ἠνεχυρίαζον οἱ δήμαρχοι δηλοῖ Ἀριστοφάνης ἐν Σκηνὰς καταλαμβανούσαις.

ὁ δημόσιος βασανιστής. Ἰσοκράτης ἐν τῷ Τραπεζιτικῷ σχεδὸν ἐξηγήσατο τοὔνομα.

ὁ ξένος μὲν ὢν τῇ φύσει, ὑπὸ δὲ τοῦ δήμου πολίτης γεγενημένος. ὃν δὲ τρόπον γίνονταί τινες δημοποίητοι δεδήλωκε Δημοσθένης ἐν τῷ κατὰ Νεαίρας, εἰ γνήσιος.

Δημοσθένης Φιλιππικοῖς. δημοσίους λέγουσι τοὺς

p.90
τῆς πόλεως δούλους. Αἰσχίνης κατὰ Τιμάρχου ἄνθρωπον δημόσιον οἰκέτην τῆς πόλεως.

ΔΗΜΟΤΕΛΗ καὶ ΔΗΜΟΤΙΚΑ ΙΕΡΑ· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὠς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στεφάνου.

δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος.

ὄνομα κύριον.

Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παρ’ αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρεσθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν.

Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς σνμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου

p.91
περὶ διαγράμματος. ΔΙΑΓΡΑΦΕΥΣ μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου.

ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, δηλοῦσα διὰ γραμμάτων ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται.

Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος, ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα.

τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις Λυσίας.

ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον Δημοσθένης κατ’ Ἀφόβου.