Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ΔΗΜΟΤΕΛΗ καὶ ΔΗΜΟΤΙΚΑ ΙΕΡΑ· διέφερον ἀλλήλων καὶ τῶν ὀργεωνικῶν καὶ τῶν γενικῶν, ὠς Δείναρχος δηλοῖ ἐν τῷ κατὰ Στεφάνου.

δημοτεύεσθαί ἐστι τὸ τοῦδέ τινος δήμου κοινωνεῖν καὶ χρηματίζειν ἀπ’ αὐτοῦ· Ἀντιφῶν ἐν τῇ πρὸς Φίλιππον ἀπολογίᾳ, εἰ γνήσιος.

ὄνομα κύριον.

Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους ἰδίως κέχρηται τῷ διαγορεύων ἀντὶ τοῦ διάφορα καὶ οὐ τὰ αὐτὰ λέγων. τὸ ἐναντίον γάρ ἐστι παρ’ αὐτοῖς τὸ διαγορεύειν τῷ συναγορεύειν, ὥσπερ τὸ συμφέρεσθαι τῷ διαφέρεσθαι καὶ τὸ συμπολιτεύεσθαι τῷ διαπολιτεύεσθαι καὶ τὸ συμφωνεῖν τῷ διαφωνεῖν.

Ὑπερείδης ἐν τῷ πρὸς Ἐπικλέα. τὸ ταττόμενον ἐν ταῖς σνμμορίαις ὁπόσον ἕκαστον ἄνδρα εἰσφέρειν δεῖ. ἐτάττετο δὲ οὐ τὸ αὐτὸ πᾶσιν, ἀλλὰ πρὸς τὴν τίμησιν τῆς οὐσίας. περὶ δὲ τούτων σαφέστατα δεδήλωκεν Ὑπερείδης ἐν τῷ κατὰ Πολυεύκτου

p.91
περὶ διαγράμματος. ΔΙΑΓΡΑΦΕΥΣ μέντοι ἐστὶν ὁ καθιστάμενος ἐν ταῖς συμμορίαις ἐπὶ τῷ διακρῖναι πόσον ἕκαστος ἀνὴρ εἰσενεγκεῖν ὀφείλει, ὡς ὁ αὐτὸς πάλιν φανερὸν ποιεῖ ἐν τῷ κατὰ Πολυεύκτου.

ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, δηλοῦσα διὰ γραμμάτων ἀπὸ ποίας ἀρχῆς μέχρι πόσου πέρατος πιπράσκεται.

Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος, ἀντὶ τοῦ ἀνελέσθαι τὸ ἔγκλημα.

τὰς ἐκ διαιρέσεως ἴσης ἐπιβαλλούσας δόσεις Λυσίας.

ἀντὶ τοῦ κατὰ μέρος δεδανεισμένον Δημοσθένης κατ’ Ἀφόβου.

Ἀντιφῶν Ἀληθείας β περὶ τῆς νῦν κρατούσης διαστάσεως ἀντὶ τοῦ διακοσμήσεως τῶν ὅλων.

Δείναρχος κατὰ Λυκούργου. μήποτε ἀντὶ τοῦ καταβαλόντος καὶ καταθέντος. ἔνιοι δὲ ἀντὶ τοῦ διὰ τραπέζης ἀριθμήσαντος, ὡς λέγομεν ἐν τῇ συνηθείᾳ.

ἀντὶ τοῦ πρᾶσις Ἰσοκράτης Βουσίριδι. ἀντὶ δὲ τοῦ ἀποδεδόμεθα ΔΙΕΘΕΜΕΘΑ εἶπεν Ἀντιφῶν ἐν τῷ πρὸς τὴν Καλλίου ἔνδειξιν, καὶ ἀντὶ τοῦ διοίκησις ὁ αὐτὸς ἐν τῷ περὶ ὁμονοίας ἀλλὰ εἰδότες τὴν διάθεσιν ἀκούουσιν. Φρύνιχος Τραγῳδοῖς τῇ διαθέσει

p.92
τῶν ἐπῶν φησί. καὶ γὰρ τὸ ῥῆμα διαθέσθαι λέγουσιν ἐπὶ τοῦ διοικῆσαι· Ἀντιφῶν Ἀληθείας α γυμνωθεῖσα δὲ ἀφορμῆς πολλὰ ἂν καὶ καλὰ κακῶς διαθεῖτο. διαθέσθαι ἀντὶ τοῦ συνθέσθαι Ὑπερείδης κατὰ Δημοσθένους.

διαλαγχάνειν τὸ κλήρῳ διαιρεῖσθαι, διάληξις δὲ τὸ πρᾶγμα· Ἀντιφῶν ἐν τῷ κατὰ Φιλίνου.

Ἀντιφῶν πρὸς Νικοκλέα. τριῶν ὄντων τειχῶν ἐν τῇ Ἀττικῇ, ὡς καὶ Ἀριστοφάνης φησὶν ἐν Τριφάλητι, τοῦ τε βορείου καὶ τοῦ νοτίου καὶ τοῦ Φαληρικοῦ, διὰ μέσου τῶν παῤ ἑκάτερα ἐλέγετο τὸ νότιον, οὗ μνημονεύει καὶ Πλάτων ἐν Γοργίᾳ.