Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Δημοσθένης ἐν τῇ πρὸς Εὐβουλίδην ἐφέσει πολλάκις. ἔνιοι μὲν οἷον ξένῃ διαλέκτῳ χρῆσθαι, τάχα δ’ ἂν εἴη μᾶλλον τὸ ἐν τῇ ξένῃ διατρίβειν.

Δημοσθένης Φιλιππικοῖς καὶ Ἀριστοφάνης Πλούτῳ. συνεστήσατο δ’ αὐτὸ πρῶτον Κόνων, παρέλαβε δ’ αὐτὸ Ἰφικράτης ὕστερον καὶ Χαβρίας· ᾧ χρησάμενοι τὴν Λακεδαιμονίων μόραν κατέκοψαν στρατηγοῦντος αὐτοῖς Ἰφικράτους καὶ Καλλίου, καθά φησιν Ἀνδροτίων τε καὶ Φιλόχορος.

ἀντὶ τοῦ μισθοφοροῦντας, ξένοι δὲ οἱ μισθοφόροι· Ἰσοκράτης Φιλίππῳ κἄν τινι τῶν πρὸς Φίλιππον ἐπιστολῶν. Ἀντιφάνης Εὐθυδίκῳ ἐγὼ ξενιτευόμενος ἐστρατευόμην.

p.216

Αἰσχίνης κατὰ Τιμάρχου. ξηραλοιφεῖν ἔλεγον τὸ χωρὶς λουτρῶν ἀλείφεσθαι, ὡς Δίδυμος ἐν κη Τραγικῆς λέξεως καὶ Νίκανδρος ἐν ιη Ἀττικῆς διαλέκτου, προστιθεὶς ὅτι μήποτε καὶ τὸ ὑπὸ τῶν ἀλειπτῶν λεγόμενον ξηροτριβεῖσθαι οὕτως ἐλέγετο. Σοφοκλῆς Πηλεῖ καὶ ξηραλοιφῶν εἵματος διὰ πτυχῶν.

Ὑπερείδης κατ’ Ἀρχεστρατίδου. δῆμος τῆς Κεκροπίδος Ξυπέτη, ἀφ’ ἧς ὁ δημότης Ξυπεταίων, ὡς Διόδωρος.

Λυσίας ἐν τῷ πρὸς Νικόδημον καὶ Κριτόβουλον. γυναικεῖόν τι ἔνδυμά ἐστιν ἡ ξυστὶς πεποικιλμένον, ὡς δῆλον ποιοῦσιν ἄλλοι τε τῶν κωμικῶν καὶ Ἀντιφάνης ἐν Εὐπλοίᾳ τὸν ποικίλ’ ὥσπερ ξυστίδ’ ἠμφιεσμένον.

p.217
ἔστι μὲν καὶ τραγικόν τι ἔνδυμα οὕτω καλούμενον, ὡς Κρατῖνος ἐν Ὥραις, ἔστι δὲ καὶ ἱππικὸν ἔνδυμα, ὡς Ἀριστοφάνης Νεφέλαις.

ἀντὶ τοῦ δανείζοι Λυσίας ἐν τῷ κατὰ Νικίδου, εἰ γνήσιος. ἐν δὲ τῷ πρὸς Λακράτην διασαφῶν φησὶν οὐδ’ ἂν εἰ πολὺ ἐλάττονα τόκον λογίσαιτό τις ἢ ὅσον οὗτοι οἱ ὀβολοστατοῦντες τοὺς ἄλλους πράττονται. ὀβολοστάτας δ’ ἔλεγον τοὺς δανειστὰς, ὡς παρά τε Ὑπερείδῃ ἐν τῷ κατὰ Πολυεύκτου καὶ πολλάκις ἐν τῇ κωμῳδίᾳ.