Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

ἐγκλήματος ὄνομα ἐπὶ δυοῖν ταττόμενον πραγμάτοιν· τὸ μὲν γάρ ἐστιν ὅταν ἐξ ἐπιβουλῆς τίς τινι κατασκευάσῃ

p.75
θάνατον, ἐάν τε ἀποθάνῃ ὁ ἐπιβουλευθεὶς ἐάν τε μὴ, τὸ δ’ ἕτερον ὅταν ἐγγεγραμμένος ὡς ὀφείλων τῷ δημοσίῳ αὐτὸς δικάζηταί τινι ὡς οὐ δικαίως αὐτὸν ἐγγεγραφότι. τοῦ μὲν οὖν προτέρου μάρτυς Ἰσαῖος ἐν τῷ πρὸς Εὐκλείδην, ἐπὶ Παλλαδίῳ λέγων εἶναι τὰς δίκας, Δείναρχος δὲ ἐν τῷ κατὰ Πιστίου ἐν Ἀρείῳ πάγῳ. Ἀριστοτέλης δ’ ἐν τῇ Ἀθηναίων πολιτείᾳ τῷ Ἰσαίῳ συμφωνεῖ. περὶ δὲ τοῦ ἑτέρου ἐγκλήματος Δημοσθένης ἐν τῷ κατ’ Ἀριστογείτονος α. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀθηνογένους α ἐπὶ ἐνέδρας καὶ ἐπιβουλῆς τῆς εἰς χρήματα ἰδίως κέχρηται τῷ ὀνόματι.

δῆμος τῆς Οἰνηΐδος φυλῆς Βούτεια, ἀφ’ ἧς οἱ δημόται Βουτάδαι.

οὗτος ἔσχε τὴν ἱερωσύνην· καὶ ἀπὸ τούτου Βουτάδαι καὶ Ἐτεοβουτάδαι οἱ ἀπόγονοι τοῦ Βούτου· τὸ γὰρ ἐτεὸν ἀληθές. Ὅμηρος εἰ ἐτεὸν σός εἰμι.

Ὑπερείδης ἐν τῷ κατὰ Δημάδου. ἑορτή τις ἐστὶ παρ’ Ἀθηναίοις.

p.76