Ἀντιφῶν περὶ ὁμονοίας ἀντὶ τοῦ ταῖς ἀρχαῖς. εἴρηται δὲ ἀπὸ τῶν δρομέων· ἡ γὰρ ὑπὸ τὴν ὕσπληγγα γινομένη γραμμὴ διὰ τὸ ἐπὶ ταύτης βεβηκέναι τοὺς δρομέας βαλβὶς καλεῖται.
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
ὄρυγμα εἰς ὃ τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον.
p.71
Δημοσθένης δὲ ἐν Φιλιππικοῖς οὐ κυρίως αὐτὸ λέγει, ἀλλ’ ἐκ μεταφορᾶς, οἷον ἐν τῷ ὀλέθρῳ. Ἀντιφῶν. λίθος οὕτω καλεῖται, ᾗ τὸ χρυσίον παρατριβόμενον δοκιμάζεται. Ὑπερείδης δ’ ἐν τῷ κατ’ Ἀντίου τὰ ἐν ταῖς βασάνοις εἰρημένα ὑπὸ τῶν βασανιζομένων καὶ ἀναγραφέντα βασάνους ὠνόμασε.
ἔοικεν ἡ γενομένη διαδρομὴ τοῦ βασιλέως παρόντος, ὅσπερ εἷς ἐστὶ τῶν Ἀθήνησιν θ ἀρχόντων, βασιλικὴ διαδρομὴ καλεῖσθαι· Δείναρχος κατὰ Πυθέου.