Lexicon in decem oratores Atticos

Harpocration

Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor

Ἀντιφῶν ἐν τῷ πρὸς Νικοκλέα. ὅπου κόπτεται τὸ νόμισμα· ὃ νῦν σημαντήριόν τινες καλοῦσιν.

νῆσοι κείμεναι ἔναντι τῆς Λέσβου, ἀπὸ Ἀργίνου τινός.

ὁ Ξέρξου, ὃς αἰχμάλωτος ἐπεκαλεῖτο, ἐφ’ οὗ καθεζόμενος ἐθεώρει τὴν ναυμαχίαν. ἀνέκειτο δὲ εἰς τὸν παρθενῶνα τῆς Ἀθηνᾶς.

Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους. περὶ τούτου καὶ Θεόπομπος ἐν τῷ α τῶν Φιλιππικῶν λέγει τὸν Ἀρχέλαον καλοῦσι καὶ Ἀργαῖον καὶ Παυσανίαν.

σατράπης Φρυγίας ἀποδειχθεὶς οὗτος παρὰ

p.57
Ἀρταξέρξου ἀπέστη, ὃς καὶ ἀποστείλας λαὸν τοὺς πολεμήσοντας αὐτῷ καὶ χειρωσάμενος ἐσταύρωσεν.

Λυσίας ἐν τῷ πρὸς Ἐλπίνην. τόπος Ἀθήνησιν ὑπὲρ τὸ στάδιον τὸ Παναθηναϊκὸν, πρὸς τῷ δήμῳ τῷ ὑπένερθεν Ἀγρυλέων. ἐν τούτῳ, φασὶ, δημοσίᾳ πάντες ὤμνυον Ἀθηναῖοι τὸν ὅρκον τὸν ἡλιαστικόν. ὠνομάσθη δὲ ἀπὸ Ἀρδήττου ἥρωος ἀρχαίου, ὃς Ἀθηναίους πρῶτος ἐξώρκισεν. Θεόφραστος δ’ ἐν τοῖς περὶ νόμων δηλοῖ ὡς κατελέλυτο τὸ ἔθος τοῦτο.

ἀντὶ τοῦ εὐδοξία Ἀνδοκίδης καὶ Θουκυδίδης ἐν α.

ὄνομα κύριον, δοῦλός τινος βασιλέως.

ὄνομα καὶ τοῦτο κύριον.

Ἀριστογείτονος ἦν ἀδελφή.

Ὑπερείδης κατὰ Δημοσθένους. οὗτος Σάμιος μέν

p.58
ἐστιν ἢ Πλαταιεὺς, ὡς Δίυλλός φησιν, ἐκ μειρακυλλίου δ’ ἑταῖρος Δημοσθένους, ἐπέμφθη δ’ ὑπ’ αὐτοῦ πρὸς Ἡφαιστίωνα ἕνεκα διαλλαγῶν, ὥς φησι Μαρσύας ἐν ε τῶν περὶ Ἀλέξανδρον.

Λυσίας ἐν τῷ ὑπὲρ Φρυνίχου θυγατρὸς, εἰ γνήσιος, τὸ καθιερωθῆναι πρὸ γάμων τὰς παρθένους τῇ Ἀρτέμιδι τῇ Μουνυχίᾳ ἢ τῇ Βραυρωνίᾳ τὰ δὲ συντείνοντα εἰς τὸ προκείμενον εἴρηται παρά τε ἄλλοις καὶ Κρατερῷ ἐν τοῖς Ψηφίσμασιν. ὅτι δὲ αἱ ἀρκτευόμεναι παρθένοι ἄρκτοι καλοῦνται, Εὐριπίδης Ὑψιπύλῃ, Ἀριστοφάνης Λημνίαις καὶ Λυσιστράτῃ.

ἈΡΚΤΟΥΡΟΣ καὶ ἈΡΚΤΟΦΥΔΑΞ· ὁ Βοώτης ὀνομαζόμενος· Λυσίας ἐν τῷ κατὰ Φιλίππου ἐπιτροπῆς. ἰδίως δὲ ὁ ὑπὸ τὴν ζώνην αὐτοῦ ἀστήρ· Ἄρατος καὶ Ἡσίοδος Ἔργοις δηλοῦσιν.

Λυκοῦργος ἐν τῇ κατὰ Μενεσαίχμου εἰσαγγελίᾳ. ὁ τὰς ἄρκυς, τουτέστι τὰ λίνα, φυλάττων. ἄρκυς δὲ πάντα τὰ κυνηγετικὰ λίνα· Ξενοφῶν Κυνηγετικῷ, Κρατῖνος Θρᾴτταις.

οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι, ὡς Ἐρατοσθένης ἐν τοῖς περὶ ἀγαθῶν καὶ κακῶν φησί· Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

p.59

Δείναρχος κατὰ Πυθέου. τέσσαρες μὲν ἐχειροτονοῦντο δι’ εὐγένειαν ἀρρηφόροι, δύο δὲ ἐκρίνοντο, αἳ τῆς ὑφῆς τοῦ πέπλου ἦρχον καὶ τῶν ἄλλων τῶν περὶ αὐτόν. λευκὴν δ᾽ ἐσθῆτα ἐφόρουν. εἰ δὲ χρυσία περιέθεντο, ἱερὰ ταῦτα ἐγίνετο.

Δημοσθένης περὶ τῆς Ῥοδίων ἐλευθερίας. δύο γεγόνασιν αὗται, Καρικαὶ γένος καὶ βασιλίδες ἀμφότεραι, ἡ μὲν πρώτη κατὰ τὰ Περσικὰ, θυγάτηρ δ’ ἦν Λυγδάμιδος, ἧς καὶ Ἡρόδοτος μνημονεύει. ἡ δὲ νεωτέρα, ἧς ὁ Δημοσθένης, θυγάτηρ μὲν ἦν Ἑκατόμνω, γυνὴ δὲ καὶ ἀδελφὴ Μαυσώλου, ἥν φησι Θεόπομπος φθινάδι νόσῳ ληφθεῖσαν διὰ τὴν λύπην τὴν ἐπὶ τοῦ ἀνδρὸς καὶ ἀδελφοῦ Μαυσώλου ἀποθανεῖν.

ἰδίως τὸ τῆς Ἀρτέμιδος ἄγαλμα· Ὑπερείδης Δηλιακῷ. λέγεται δὲ καὶ ἀκρωτήριόν τι τῆς Εὐβοίας, ὡς Δημοσθένης ὑπὲρ Κτησιφῶντος.

p.60

Ἀλκέτου μὲν υἱὸς, Μολοττῶν δὲ βασιλεύς· Δημοσθένης Φιλιππικοῖς.

τὸ ἀξιοῦν ἑαυτὸν αἱρεθῆναι ἄρχοντα Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.