Αἰσχίνης ἐν τῷ κατὰ Τιμάρχου. οἱ ἐντὸς τριῶν
Lexicon in decem oratores Atticos
Harpocration
Harpocration, Valerius, creator; Dindorf, Wilhelm, 1802-1883, editor
ἀντὶ τοῦ ἕως παρ’ Ἀντιφῶντι Σαμοθρᾳκικῷ. πολλὴ δὲ χρῆσις αὐτοῦ. καὶ Θουκυδίδης ἐν τῷ προοιμίῳ %2 %2 %2 οὕτως ἤρξατο οὕτω μὲν οὖν μοι δεῦρ’ ἀεὶ τείνει λόγους.
ἀνεπιστήμων.
τὸ ἀεὶ λόγον καὶ εὐθύνας ὑπέχειν. οὕτω Δημοσθένης καὶ Ἰσαῖος.
Ἀντιφῶν τὴν ἀϊδιότητα καὶ τὸ ἐπὶ τῶν αὐτῶν ἀεὶ ἑστάναι, ὥσπερ καὶ εὐεστὼ ἡ εὐδαιμονία καλεῖται.
ἀντὶ τοῦ ἄφρακτον καὶ πανταχόθεν καθορώμενον Λυσίας.
τῶν οἰκοδομημάτων τὸ κατὰ τὸν ὄροφον, ὅ τινες ἀέτωμα καλοῦσιν. Ἀριστοφάνης Ὄρνισι τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς ἀετόν.
Ἀζηνία δῆμός ἐστι φυλῆς τῆς Ἱπποθωντίδος, καὶ ὁ δημότης Ἀζηνιεύς· Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος.
τὸ ζήτησιν καὶ κατηγορίαν ἔχειν κεκωλυμένον παρ’ Αἰσχίνῃ ἐν τῷ κατὰ Κτησιφῶντος.
ἀντὶ τοῦ ἀθέατος παρ’ Ἀντιφῶντι ἐν τῷ περὶ ὁμονοίας.
Ἀθηναῖος τῷ γένει, στρατιώτης· Δημοσθένης ἐν τῷ κατ’ Ἀριστοκράτους.
Ἀθμονία δῆμός ἐστι φυλῆς τῆς Κεκροπίδος, ἀφ’ οὗ ὁ δημότης Ἀθμονεύς.
Αἰγέως ἡρῷον ἐν Ἀθήναις· Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου.
Δημοσθένης ἐν τῷ ἐπιταφίῳ, εἰ γνήσιος. Αἰγηῒς
ΑΙΓΙΔΑΣ ἐκάλουν τὰ ἐκ τῶν στεμμάτων δίκτυα· Λυκοῦργος ἐν τῷ περὶ τῆς διοικήσεως καὶ Νυμφοδωρος. Ἡρόδοτος δ’ ἐν δ ταύτας φησὶν ὑπὸ Λιβύων αἰγέας καλεῖσθαι.
Ὑπερείδης. Αἰγιλία δῆμός ἐστι φυλῆς Ἀντιοχίδος, ἔνθεν ὁ δημότης Αἰγιλιεύς.
ἀντὶ τοῦ μεταπεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς, εἰ γνήσιος, καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον καὶ Ξενοπείθην. ἐν δὲ τῷ κατ’ Ἀριστοκράτους οὗτος ἀντὶ
δῆμός ἐστιν Αἰθαλίδαι τῆς Λεοντίδος φυλῆς, ἧς ὁ δημότης Αἰθαλίδης.
ὄνομα χωρίου ἐν Εὐβοίᾳ.