Epistulae

Euripides Epistulae

Eurpides Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Καὶ ἀφικόμεθα εἰς Μακεδονίαν, ὦ βέλτιστε Κηφισοφῶν, τό τε σῶμα οὐ μοχθηρῶς διατεθέντες καὶ ὡς οἷόν τε μάλιστα ἦν ἐπιεικῶς κομιζόμενοι συντόμως, καὶ ἀπεδέξατο ἡμᾶς Ἀρχέλαος, ὡς εἰκός τε ἦν καὶ προσεδοκῶμεν ἡμεῖς, οὐ δωρεαῖς μόνον, ὧν οὐδὲν ἐχρήζομεν ἡμεῖς, ἀλλὰ καὶ φιλοφροσύναις, ὧν οὐδ’ ἂν εὔξαιτό τις μείζους παρὰ βασιλέων. καὶ κατελάβομεν Κλίτωνα ἐρρωμένον, καὶ ἔστιν ἡμῖν σὺν ἐκείνῳ τὰ πολλὰ

καί, ὅταν τύχῃ, σὺν Ἀρχελάῳ ἄμεμπτος ἡ διαγωγή, πρός τε τοῖς ἔργοις οὐδὲν κωλυόμεθα τοῖς τούτων γίγνεσθαι. ἀλλὰ πολὺς μὲν ἔγκειται ὁ Κλίτων, πολὺς δὲ καὶ ὁ Ἀρχέλαος, ἑκάστοτε φροντίζειν τι καὶ ποιεῖν τῶν εἰωθότων ἀναγκάζοντες, ὥστε ἔμοιγε μισθὸν οὐκ ἀηδῆ μὲν οὖν οὐδὲ ἄπονον δοκεῖ Ἀρχέλαος ἀναπράσσεσθαι τῶν τε δωρεῶν, ὧν ἔδωκέ μοι εὐθὺς ἀφικομένῳ, καὶ ὅτι εἱστία με λαμπρότερον ἢ ἐμοὶ φίλον ἦν ἑκάστης ἡμέρας.

(2) περὶ δὲ ὧν ἐπέστειλας ἡμῖν σὺ μὲν εὖ ποιεῖς ἐπιστέλλων ἃ δοκεῖς ἡμῖν εἰδέναι διαφέρειν· ἴσθι μέντοι μηδὲν μᾶλλον ἡμῖν ὧν νῦν Ἀγάθων ἢ Μέσατος λέγει μέλον ἢ τῶν Ἀριστοφάνους φληναφημάτων οἶσθά ποτε μέλον. καὶ τούτοις γε ἂν ἀδικήσαις ἡμᾶς εἰς τὰ μάλιστα ἀποκρινάμενός ποτε, κἂν ὅλως μὴ παυομένους τῆς ἀναγωγίας αὐτοὺς ὁρᾷς. ἢν μέντοι τις τῶν ἀξίων περὶ Εὐριπίδου λέγειν τι ἢ ἀκούειν αἰτιᾶται ἡμᾶς τῆς πρὸς Ἀρχέλαον ὁδοῦ, ἃ μὲν τὸ πρόσθεν εἴπομεν περὶ τοῦ μὴ δεῖν εἰς Μακεδονίαν ἡμᾶς ἀποδημεῖν ἐπιστάμενος, ἃ δὲ μετὰ ταῦτα ἡμᾶς ἀπηνάγκασε βαδίσαι ἀγνοῶν, τοῦτον δὲ ἄξιον νόμιζε δηλοῦν αὐτῷ ἅπερ οἶσθα, ὦ Κηφισοφῶν, καὶ οὕτω πεπαύσεται ἀγνοῶν τὰς αἰτίας καὶ ἅμα, ὅπερ εἰκός ἐστι τὸν ἀγνοοῦντα πάσχειν, καταγινώσκων ἡμῶν ὡς φιλοχρημάτων γενομένων.

(3) οὐ γάρ που δὴ πορφύραν καὶ σκῆπτρον φορεῖν ἢ φρούρια λαβόντας ἐν Τριβαλλοῖς ἡγεῖσθαι ὑπάρχους καλουμένους ὀρεχθῆναί τις ἂν φήσειεν ἡμᾶς καὶ διὰ τοῦτο δὴ στείλασθαι τὴν πρὸς Ἀρχέλαον ὁδόν, ἀλλὰ δῆλον ὅτι πλούτου ἕνεκα. εἶτα πῶς ὃν ὅτε νέοι τε καὶ ὅτε μέσοι τὴν ἡλικίαν ἦμεν, καὶ ὃν ἔτι ζώσης ἡμῖν τῆς μητρός, ἧς ἕνεκα ἂν μόνης ἐβουλόμεθα πλουτεῖν, εἴπερ ἄλλως ἐβουλόμεθα, οὐχ ὅπως ἐδιώξαμεν, ἀλλὰ καὶ ἀπεωσάμεθα ἐγκείμενον, τὸν αὐτὸν τοῦτον πλοῦτον ἤδη τηλικοῖσδε οὖσιν ἡμῖν ἱμερτὸν εἶναι εἰκότως ἄν τις νομίσειεν, εἰ μὴ διὰ τοῦτο ἄρα πολλὰ λαβεῖν σὺν ἀδοξίᾳ τέ τινι ἡμετέρᾳ καὶ οὐδὲ ἀπολαύσει ἔτι οὐδεμιᾷ ἐπεθυμήσαμεν, ἵνα ἐν βαρβάρῳ γῇ ἀποθάνωμεν, καὶ ἵνα πλείονα Ἀρχελάῳ καταλίπωμεν χρήματα;

(4) ἔτι δὲ δὴ καὶ προσθείης ὅτι, ἐπειδὴ τάχιστα ἀφικόμεθα εἰς Μακεδονίαν, ὀλίγαις ὕστερον ἡμέραις τεσσαράκοντα τάλαντα ἀργυρίου διδόντος Ἀρχελάου καὶ ἀγανακτοῦντος ὅτι οὐ λαμβάνοιμεν, ἀντέσχομεν μὴ λαβεῖν, τῶν δὲ ἄλλων δώρων ὁπόσα ἢ Κλίτων ἔδωκεν ἡμῖν ἢ Ἀρχέλαος ἔπεισε λαβεῖν, οὐκ ἔσθ’ ὅ τι ἐνθάδε ὑπολελείμμεθα, ἀλλ’ οἴχονται αὐτὰ φέροντες οἵπερ καὶ ταύτην τὴν ἐπιστολὴν φέρουσιν, ὑμῖν τοῖς αὐτόθι ἑταίροις καὶ ἐπιτηδείοις νεμήσοντες ἅπαντα. τίς δ’ ἂν οὕτως εὑρεθείη ἔτι σκαιὸς καὶ βάσκανος τὸν τρόπον, ὅστις ἂν φιλοχρηματίᾳ με θελχθέντα ταύτην ἀποδημῇσαι ὑπολάβοι τὴν ἀποδημίαν; ἀλλὰ δήπου ἀλαζονείαν τινὰ ἢ τοῦ δύνασθαί τι μέγα ἐπιθυμίαν ἐροῦσιν.