Fragmenta

Epimenides

Epimenides. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

5.[1 K.]DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... , ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπ’ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι . . ., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. depiet. 47ᵃ, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην [näml. ἀναφερομένοις ἔπεσιν] ἐξ’ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ’ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν 〈λέγων〉· ’Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν’ [Ξ 201]. 〈ἕτερός〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.

6.[3 K.]PAUS. VIII 18, 2 Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.