Fragmenta

Epimenides

Epimenides. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

3.ARIST. pol. A 2. 1252ᵇ 13 ἡ μὲν οὖν εἰς πᾶσαν ἡμέραν συνεστηκυῖα κοινωνία κατὰ φύσιν οἶκός ἐστιν, οὓς ὁ μὲν Χαρώνδας καλεῖ ὁμοσιπύους, Ἐ. δὲ ὁ Κρὴς ὁμοκάπνους.

4.— rhet. Γ 17. 1418ᵃ 21 τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖνο δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἔ. ὁ Κρής· ἐκεῖνος [?] γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων, ἀδήλων δέ.

5.[1 K.]DAMASC. 124 I 320, 17 R. [Eudem fr. 117] τὸν δὲ Ἐπιμενίδην δύο πρώτας ἀρχὰς ὑποθέσθαι Ἀέρα καὶ Νύκτα ... , ἐξ ὧν γεννηθῆναι Τάρταρον, οἶμαι τὴν τρίτην ἀρχήν, ὥς τινα μικτὴν ἐκ τῶν δυεῖν συγκραθεῖσαν, ἐξ ὧν δύο Τιτᾶνας (τὴν νοητὴν μεσότητα οὕτω καλέσαντα, διότι ἐπ’ ἄμφω διατείνει τό τε ἄκρον καὶ τὸ πέρας), ὧν μιχθέντων ἀλλήλοις ὠιὸν γενέσθαι . . ., ἐξ οὗ πάλιν ἄλλην γενεὰν προελθεῖν. PHILOD. depiet. 47ᵃ, 2 p. 19 ἐν δὲ τοῖς εἰς Ἐπιμενίδην [näml. ἀναφερομένοις ἔπεσιν] ἐξ’ Ἀέρος καὶ Νυκτὸς τὰ πάντα συστῆναι 〈ὥσπερ καὶ〉 Ὅμηρος 〈ἀποφαί〉νετ’ Ὠκεανὸν ἐκ Τηθύος τοὺς θεοὺς γεννᾶν 〈λέγων〉· ’Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν’ [Ξ 201]. 〈ἕτερός〉 τις δὲ Κρόνον τε καὶ Ῥέαν, οἱ δὲ 〈Δία καὶ〉 Ἥραν πατέρα καὶ μητέρα θεῶν νομίζουσιν.

6.[3 K.]PAUS. VIII 18, 2 Ἐ. δὲ ὁ Κρὴς εἶναι μὲν καὶ οὗτος θυγατέρα Ὠκεανοῦ τὴν Στύγα ἐποίησε, συνοικεῖν δὲ αὐτὴν οὐ Πάλλαντι, ἀλλὰ ἐκ Πείραντος Ἔχιδναν τεκεῖν, ὅστις δὴ ὁ Πείρας ἐστί.

7.[7ᵇ K.] PHILOD. de piet. 46ᵇ 7 p. 18 G. τὰς Ἁρπ〈υίας ἁλ〉 ούσας ὑπ〈ὸ τῶν Βορέου παί〉δων . . . 18 Ἐπι〉μενίδη〈ς γὰρ Ὠκε〉ανοῦ καὶ Γ〈ῆς γεννήμα〉τ’ εἶναι, π〈ερὶ δὲ Ῥή〉γιον (?) αὐ〈τὰς φονευθῆ〉ναί (?) φ〈ησιν〉.

8.[4 K.]— — 61ᵇ 1 p. 46 G. 〈ἐπιθέσθαι Τυφῶνα εἰρή〉κα〈σι τῆι βασιλείαι〉 Διός, 〈ὡς Αἰσχύλος〉 ἐν Προ〈μηθεῖ καὶ Ἀ〉κουσίλα〈ος καὶ Ἐπι〉μενίδ〈ης καὶ ἄλλοι〉 πολλοί. 〈παρ’ Ἐπι〉μενίδηι 〈δ’ ἀναβὰς〉 Τυφὼν 〈καθεύδον〉τος Διὸς 〈ἐπὶ τὸ βα〉σίλειον, ἐ〈πικρα〉τήσ〈ας δὲ τῶν πυλῶν〉 καθι〈κέσθαι μὲν ἔσω〉, παρα〈βοηθήσας δὲ〉 ὁ Ζεὺς 〈καὶ τὸ βασίλει〉ον ἰδὼ〉ν ληφθὲν κτεῖ〉ναι λέγ〈εται κεραυνῶι〉.