Fragmenta

Epimenides

Epimenides. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

21.ARAT. 163. 164 Αἴξ ἱερή, τὴν μέν τε λόγος Διὶ μαζὸν ἐπισχεῖν· Ὠλενίην δέ μιν Αἶγα Διὸς καλέουσ’ ὑποφῆται.

22.— 30 εἰ ἐτεὸν δή, Κρήτηθεν κεῖναί γε [Kynosura, Helike] Διὸς μεγάλου ἰότητι οὐρανὸν εἰσανέβησαν, ὅ μιν τότε κουρίζοντα δίκτωι ἐν εὐώδει ὄρεος σχεδὸν Ἰδαίοιο ἄντρωι ἐγκατέθεντο καὶ ἔτρεφον, εἰς ἐνιαυτὸν Δικταῖοι Κούρητες ὅτε Κρόνον ἐψεύδοντο.