Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἧκον εἰς Κόρινθον ἐκ Μεγάρων καὶ διαπορευόμενος τὴν ἀγορὰν παρίσταμαι διδασκαλείῳ τινὶ παίδων, καί μοι ἐπεὶ οὐκ εὖ ἐρραψῴδουν, ἔδοξε πυθέσθαι τίς ἦν ὁ διδάσκων αὐτούς. καὶ ἀπεκρίναντο Διονύσιος ὁ τῆς Σικελίας τύραννος. κἀγὼ δόξας αὐτοὺς ἐρεσχελεῖν πρός με καὶ τοῦτο οὐχ ἁπλῶς ἀποκεκρίσθαι, παρελθὼν ἐπί τι βάθρον ἐκάθισα, εὐκόσμως ἀναμένων αὐτόν· ἐλέγετο γὰρ πρὸς ἀγορὰν ὡρμηκέναι. καὶ δὴ οὐ διαγίνεται πολὺς χρόνος, καὶ ἐπιστρέφεται ὁ Διονύσιος κἀγὼ ἐξαναστὰς προσαγορεύω τε αὐτὸν καὶ ἐπιλέγω ὡς οὐκ εὖ, Διονύσιε διδάσκεις.

(2) ὃ δέ με δόξας συνάχθεσθαι αὐτῷ ἐπὶ τῇ πτώσει τῆς τυραννίδος καὶ τῷ παρόντι σχήματι τοῦ βίου, τοιαῦτα εἶπεν· ὦ Διόγενες, εὖ ποιεῖς συναλγῶν ἡμῖν. κἀγὼ προσέθηκα τῷ οὐκ εὖ τὸ ἀληθῶς. ἀλλ’ ἐγὼ μὲν οὐχ ὅτι τῆς τυραννίδος ἀφῄρησαι ἄχθομαι, ὦ Διονύσιε, ἀλλ’ ὅτι ἐλευθεριάζεις ἐν τῇ Ἑλλάδι τὰ νῦν, καὶ περισέσωσαι ἀπὸ τῶν ἐν Σικελίᾳ κακῶν, οἷς ἔδει σε ἐναποθανεῖν τοσαῦτα ἐργασάμενον φαῦλα γῆν καὶ θάλατταν.