Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Χωρισθέντος σου εἰς θήβας ἀνέβαινον ἐκ Πειραιῶς ὑπὸ μέσην ἡμέραν, καὶ διὰ τοῦτο λαμβάνει με δίψος καρτερόν. ὥρμησα οὖν ἐπὶ τὴν Πάνοπος κρήνην. καὶ ἕως ἐγὼ τὸ ποτήριον ἐκ τῆς πήρας ἐξῄρουν, ἧκέ τις θέων θεράπων τῶν τὴν χώραν ἐργαζομένων καὶ συνάψας κοίλας τὰς χεῖρας ἠρύετο ἀπὸ τῆς κρήνης καὶ οὔτως ἔπινε, καὶ ἐγώ, δόξαν μοι ποτηρίου σοφώτερον εἶναι, οὐκ ᾐδέσθην διδασκάλῳ αὐτῷ τῶν καλῶν χρήσασθαι.

(2) ἀπορρίψας οὖν τὸ ποτήριον δ’ εἶχον, καὶ σοὶ εὑρών τινας ἐπὶ θηβῶν ἀνερχομένους τὸ σοφὸν τοῦτο ἐπέσταλκα, οὐδὲν βουλόμενος τῶν καλῶν δίχα σοῦ ἐπίστασθαι. ἀλλὰ καὶ σὺ διὰ τοῦτο πειρῶ εἰς τὴν ἀγορὰν ἐμβάλλειν, ἵνα πολλοὶ διατρίβουσιν ἄνθρωποι. ἔσται γὰρ ἡμῖν οὕτῳ καὶ ἄλλα σοφὰ παρὰ τῶν κατὰ μέρος εὑρεῖν· πολλὴ γὰρ ἡ φύσις, ἣν ἐκβαλλομένην ὑπὸ τῆς δόξης ἐκ τοῦ βίου ἐπὶ σωτηρίᾳ ἀνθρώπων κατάγομεν ἡμεῖς.