Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Σὺ μέν, ἐπεὶ οἱ ἀγῶνες ἀνεβλήθησαν, καταλιπὼν ᾤχου τὴν Ὀλυμπίαν, ἐγὼ δὲ διὰ τὸ ἐκτόπως εἶναι φιλοθεάμων κατέμεινα τὴν ἄλλην θεώμενος πανήγυριν. διέτριβον δὲ ἐν τῇ ἀγορᾷ, ἵνα ὁ ἄλλος ὅμιλος, καὶ περιιὼν ἄνω κάτω προσέσχον ὁτὲ μὲν τοῖς πωλοῦσιν, ὁτὲ δὲ τοῖς ῥαψῳδοῦσιν ἢ φιλοσοφοῦσιν ἢ μαντευομένοις. καί ποτε διεξιόντος τινὸς περὶ ἡλίου φύσεως καὶ δυνάμεως καὶ πάντας ἀναπείθοντος παρελθὼν εἰς τὸ μέσον ποσταῖος, ἔφην φιλόσοφε, ἀπὸ

τοὐρανοῦ καταβέβηκας; ὃ δέ μοι οὐκ εἶχεν ἀποκρίνασθαι. οἳ δὲ καταλιπόντες αὐτὸν οἱ περιεστῶτες ᾤχοντο ἀπιόντες, ὃ δέ γε καταλειφθεὶς μόνος τὰς εἰόνας τοῦ οὐρανοῦ συνετίθει εἰς τὸ κιβώτιον.

(2) ἀπ’ ἐκείνου προσίσταμαι μάντει, ὃ δὲ ἐκάθητο ἐν τῷ μέσῳ κατεστεμμένος μείζονα τοῦ εὑραμένου τὴν μαντείαν Ἀπόλλωνος. ἠρόμην οὖν καὶ τοῦτον παρελθών πότερον ἄριστος εἶ μάντις ἢ φαῦλος; τοῦ δὲ εἰπόντος ὅτι ἄριστος, ἅμα ἐκτείνας τὴν βακτηρίαν τί μέλλω δῆτα ποιεῖν ; ἀπόκριναι, πότερον τύπτειν σε ἢ οὔ ; μικρὸν πρὸς αὑτῷ γενόμενος οὔ φησί, τύπτω τ’ ἐγὼ γελάσας αὐτὸν καὶ οἱ περιεστῶτες ἀνέκραγον. τί ἔφην ἐβοήσατε; ἐπεὶ κακὸς μάντις ἐφάνη, καὶ ἐπλήχθη.

(3) ὡς δὲ καὶ τοῦτον καταλιπόντες οἱ περιεστῶτες ἀπηλλάγησαν, ἄνθρωποι καὶ ἄλλοι οἱ ἐν τῇ ἀγορᾷ, ἐπεὶ ταῦτα ἤκουσαν, διέλυσαν τοὺς κύκλους καὶ εἵποντο ἐξ ἐκείνου, καὶ πολλάκις μὲν διαλεγομένου μου περὶ καρτερίας ἐπακολουθοῦντες ἐπηκροῶντο, πολλάκις δὲ καρτεροῦντος ἢ διαιτωμένου παρετύγχανον. ἐκόμιζον δέ μοι διὰ ταῦτα οἳ μὲν ἀργύρια, οἳ δὲ ἄξια ἀργυρίου, πολλοὶ δὲ καὶ ἐπὶ δεῖπνον ἐκάλουν, ἐγὼ δὲ παρὰ μὲν τῶν μετρίων ἐλάμβανον τὰ πρὸς τὴν φύσιν ἀποχρῶντα, παρὰ δὲ τῶν φαύλων οὐδὲν προσιέμην, καὶ παρὰ μὲν τῶν ἐπισταμένων μοι χάριν ἐπὶ τῷ καὶ τὸ πρῶτον λαβεῖν καὶ πάλιν ἐλάμβανον, παρὰ δὲ τῶν μὴ ἐπισταμένων οὐκέτι.

(4) ἐξήταζον δὲ καὶ τὰς δωρεὰς τῶν δωρεῖσθαί μοι ἐθελόντων τὰ ἄλφιτα, καὶ παρὰ μὲν τῶν ὠφελουμένων ἐλάμβανον, τῶν ἄλλων δὲ οὐδὲν προσιέμην, οὐκ οἰόμενος καλὸν εἶναι λαμβάνειν παρὰ τοῦ μηδὲν παρειληφότος. ἐδείπνουν δὲ οὐ παρὰ πᾶσι, παρὰ μόνοις δὲ τοῖς θεραπείας δεομένοις. ἦσαν δ’ οὗτοι οἱ τοὺς Περσῶν βασιλεῖς μιμούμενοι. καὶ δή ποτε εἰσελθὼν πρὸς μειράκιον τῶν σφόδρα εὐπόρων κατακλίνομαι ἔν τινι ἀνδρῶνι πάντη κεκαλλωπισμένῳ γραφαῖς τε καὶ χρυσῷ, ὡς μηδὲ ὅπου πτύσῃ τις τόπον εἶναι.

(5) ἐπιστὰν οὖν μοι ἐπὶ τὴν φάρυγγα, ἐχρεμψάμην, περιελάσας δὲ τὰ ὄμματα εἰς τὰ κύκλῳ, ἐπεὶ ὅπου πτύσαιμι τόπον οὐκ εἶχον, εἰς αὐτὸν ἔπτυσα τὸν νεανίσκον. τοῦ δὲ μεμψαμένου ἐπὶ τούτῳ εἶτα ἔφην οὗτος, εἰπὼν αὐτὸν ἐξ ὀνόματος, ἐμὲ μέμφῃ τοῦ γενομένου καὶ οὐ σεαυτὸν τοὺς μὲν τοίχους καὶ τὰ ἐδάφη κοσμήσαντα τοῦ ἀνδρῶνος, σαυτὸν δὲ μόνον ἀπολιπόντα ἀκόσμητον εἰς τὸ ἐμπτύεσθαι χωρίον ἐπιτήδειον ; ταῦτ’ ἔφη πρὸς τὴν ἀπαιδευσίαν φαίνῃ λέγων ἡμῶν, ἀλλ’ οὐκ ἐξέσται σοι τοῦτο πάλιν εἰπεῖν· οὐ γὰρ μὴ ἀπολειφθῶ σου ἕνα πόδα. ἀπὸ τῆς αὔριον δὴ ἐξ ἐκείνου διανείμας τὴν οὐσίαν τοῖς αὑτοῦ ἐμοὶ ἀναλαβὼν τὴν πήραν καὶ διπλώσας τὸν τρίβωνα εἵπετο. ταῦτα μετὰ τό σε ἀπαλλαγῆναι ἐπράχθη ἡμῖν ἐν Ὀλυμπίᾳ.

Μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεῦθεν, μελήσει δέ, εἰ μελετήσειας ἀποθνήσκειν, τοῦτ’ ἔστι χωρίζειν

τὴν ψυχὴν ἔτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν, καὶ γάρ ἐστιν ἡ μελέτη ἐν τῷ ῥᾴστῳ. φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον· ἐν τούτῳ γὰρ μόνῳ χωρίζεται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμῶς, ἀλλὰ καὶ ὅταν βλέπη καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραίνηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῷ κορυφῆς ἐξημμένη. γίγνεται γοῦν, ὅταν μὴ μελετήσωμεν ἀποθνήσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν· ἡ γὰρ ψυχὴ ὥς τινων παιδικῶν ἀπολειπομένη συμφοράζει καὶ μετὰ ἀχθηδόνος πολλῆς ἀπολύεται· ὅταν δὲ καὶ φιλοσόφων ψυχαῖς ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει.

(2) ἀφίεται γὰρ ἀξενάγητος ὅποι ποτὲ φέρεσθαι εἰς κρημνοὺς ἢ χάσματα ἢ ποταμούς, ἕως ἐπὶ τὸ ἔσχατον ἐνεχθῇ· φεύγουσι γὰρ αὐτήν, ὅτι οἴονται πολλὰ ἐξημαρτηκέναι ἐν τῷ ζῆν παραχωρήσασαν τῷ χείρονι τὴν τοῦ ὅλου ἀρχήν, δι’ ἣν πολλὰ ἠναγκάσθη ὡς ἐν πονηροκρατίᾳ ἄδικα πρᾶξαι. ὅταν δὲ μελετήσωμεν τὴν καλὴν μελέτην, γίγνεται καὶ ὃ βίος ἡδὺς καὶ ἡ τελευτὴ οὐκ ἀηδὴς καὶ ἡ ὁδὸς ῥᾴστη· ξεναγεῖ γὰρ πᾶσα ἡ ἐντυχοῦσα τὴν τοιαύτην ψυχὴν ἐπὶ τὰ εὔπορα καὶ ὥσπερ καλὴν ἄγραν ἐπιφανῶς ἄγει λαβομένη παρὰ τοὺς κάτω τῶν καλῶν δικαστάς, αὐτή τε ὡς ἂν μεμελετηκυῖα καὶ μόνη ζῆν οὐκ ἀηδίζεται καταλιποῦσα τὸ σῶμα.