Epistulae

Diogenes Sinopensis Epistulae

Diogenes Sinopensis Epistulae. Epistolographi Graeci. Hercher, Rudolph, editor. Paris: A. F. Didot, 1873.

Ἧκον εἰς Κύζικον καὶ διαπορευόμενος τὴν ὁδὸν ἐθεασάμην ἐπί τινος θύρας ἐπιγεγραμμένον ὁ τ οῦ Διὸς παῖς καλλίν ικος Ἡ ρ ακλῆς ἐνθάδε κατοικεῖ, μη δὲν εἰσίτω κακόν. ἐπιστὰς οὖν ἀνεγίγνωσκον καὶ παρερχόμενόν τινα ἠρόμην τίς ἢ πόθεν ὁ ταύτην τὴν οἰκίαν οἰκῶν; ὃ δέ με δόξας πυνθάνεσθαι διὰ τὰ ἄλφιτα ἀπεκρίνατο φαῦλος ἄνθρωπος, ὦ Διόγενες· ἁλλ’ ἀπάναγε ἐνθένδε. κἀγὼ πρὸς ἐμαυτόν ἀλλ ἑοικεν ἔφην οὖτος, ὅστις ποτ’ ἔστιν, ἐξ ὧν λέγει ἑαυτῷ τὴν θύραν ἀποκλεῖσαι. καὶ μικρὸν προελθὼν ἑτέραν θύραν θεωρῶ τὸ αὐτὸ ἰαμβεῖον ἔχουσαν ἐπιγεγραμμένον.

(2)ἐν ταύτῃ ἔφην τίς ἐστιν ὁ κατοικῶν; τελώνης εἶπεν, ἄνθρωπος ἀγοραῖος ὤν. ταύτην οὖν αἱ τῶν πονηρῶν ἔφην θύραι μόνον ἔχουσι τὴν ἐπιγραφὴν ἢ καὶ αἱ τῶν σπουδαίων; πάντων εἶπεν. εἶτα διὰ τί ἔφην, εἰ ὑμᾶς ὠφελεῖ τοῦτο, οὐχὶ ταῖς πύλαις ἐπεγράψατε αὐτὸ τοῖς τῆς πόλεως, ἀλλὰ ταῖς οἰκίαις, εἰς ἃς μηδὲ χωρῆσαι δύναται ὁ Ηρακλῆς ; ἢ τὴν μὲν πόλιν βούλεσθε ἔχειν κακῶς, τὰς δὲ οἰκίας οὔ ; ἢ τὰ μὲν κοινὰ ὑμᾶς κακὰ οὐ δύναται καταβλάπτειν, τὰ δ’ ἴδια; οὐκ ἔχω εἶπε, Διόγενες, περὶ τούἀποκρίνασθαί σοι. τί δέ ἔφην οἴεσθε ὑμεῖς οἱ Κυζικηνοὶ κακὸν εἶναι; νόσον, πενίαν, θάνατον, τὰ τοιαῦτα ἔφησεν.

(3)εἶτ’ οἴεσθε ταῦτα, εἰ μὲν

εἰς τὴν οἰκίαν εἰσέλθοι, καταβλάψειν ὑμᾶς, εἰ δὲ μὴ εἰσέλθοι, μὴ καταβλάψειν ;πάνυ γε ἔφη. εἶεν ἔφην, ταῦτα δ’ οὐχ ἁπτόμενα βλάψειν ἀνθρώπους ; ἁπτόμενα γάρ εἶπεν. ἆρ’ οὖν ἔφην εἰς μὲν τὰς οἰκίας ἐπειδὰν εἰσέλθῃ, ἅπτεται ὑμῶν, εἰς δὲ τὴν ἀγορὰν ἐπειδὰν εἰσβάλῃ, τότε οὐχ ἅπτεται; ἢ ἔστιν ὅτις ἀπολέγει αὐτοῖς ἐπὶ μὲν τῇ ἀγορᾷ μὴ ἄπτεσθαι ὑμῶν, ἐν δὲ ταῖς οἰκίαις ; οὐκ ἔχω εἶπεν οὐδὲ ἐνθάδε ἀποκρίνασθαί σοι. τί δέ ἔφην, ταῦτα ἐπειδὰν εἰς τὰς οἰκίας ὑμῶν εἰσέλθῃ, καταβλάπτει ὑμᾶς ἢ ἐπειδὰν εἰς ὑμᾶς αὐτούς; εἰς ἡμᾶς εἶπεν.