Testimonia et Fragmenta
Diogenes Babylonius
Diogenes Babylonius. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903.
Diocles Magnes apud Diog. Laërt. VII 57. τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τε ἐν τῷ περὶ φωνῆς καὶ Χρύσιππος· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον.
Diocles Magnes apud Diog. Laërt. VII 58. ἔστι δὲ προσηγορία μέν, κατὰ τὸν Διογένην, μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος ἵππος.
ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης.
ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν, οἷον γράφω λέγω.
σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου.
ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς· οἷον ὁ, ἡ, τό, οἱ, αἱ, τά.
Diocles Magnes apud Diog. Laërt. VII 62. ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαίνουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθ’ ἅμα τινὰ πλείονα ἐκδέξασθαι κατὰ τὴν αὐτὴν λέξιν, οἷον αὐλητρις πέπτωκε δηλοῦται γὰρ δι’ αὐτῆς τὸ μὲν τοιοῦτον οἰκία τρὶς πέπτωκε, τὸ δὲ τοιοῦτον αὐλήτρια πέπτωκε.
Diocles Magnes apud Diog. Laërt. VII 59. ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε. ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή.
ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ.
σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον.
συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος.
πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι.
κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν.
ὁ δὲ βαρβαρισμός, ἐκ τῶν κακιῶν, λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων.
σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.
Diocles Magnes apud Diog. Laërt. VII 60. γένος δέ ἐστι πλειόνων καὶ ἀναφαιρέτων ἐννοημάτων σύλληψις, οἷον ζῷον· τοῦτο γὰρ περιείληφε τὰ κατὰ μέρος ζῷα.
ἐννόημα δέ ἐστι φάντασμα διανοίας, οὔτε τὶ ὂν οὔτε ποιόν, ὡσανεὶ δὲ τὶ ὂν καὶ ὡσανεὶ ποιόν· οἷον γίνεται ἀνατύπωμα ἵππου καὶ μὴ παρόντος.
εἶδος δέ ἐστι τὸ ὑπὸ γένους περιεχόμενον, ὡς ὑπὸ τοῦ ζῴου ὁ ἄνθρωπος περιέχεται.
γενικώτατον δέ ἐστιν ὃ γένος ὂν γένος οὐκ ἔχει, οἷον τὸ ὄν.
εἰδικώτατον δέ ἐστιν ὃ εἶδος ὂν εἶδος οὐκ ἔχει, ὥσπερ ὁ Σωκράτης.
διαίρεσις δέ ἐστι γένους ἡ εἰς τὰ προσεχῆ εἴδη τομή, οἷον τῶν ζῴων τὰ μέν ἐστι λογικά, τὰ δὲ ἄλογα.
ἀντιδιαίρεσις δέ ἐστι γένους εἰς εἶδος τομὴ κατὰ τοὐναντίον, ὡς ἂν κατὰ ἀπόφασιν, οἷον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά.
ὑποδιαίρεσις δέ ἐστι διαίρεσις ἐπὶ διαιρέσει, οἷον τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δ’ οὐκ ἀγαθά· καὶ τῶν οὐκ ἀγαθῶν τὰ μέν ἐστι κακά, τὰ δὲ ἀδιάφορα.
μερισμὸς δέ ἐστι γένους εἰς τόπους κατάταξις, ὡς ὁ Κρίνις· οἷον· τῶν ἀγαθῶν τὰ μέν ἐστι περὶ ψυχήν, τὰ δὲ περὶ σῶμα.
Diocles Magnes apud Diog. Laërt. VII 71. τῶν δ’ οὐχ ἁπλῶν ἀξιωμάτων συνημμένον μέν ἐστιν, ὡς ὁ Χρύσιππος ἐν ταῖς διαλεκτικαῖς φησι καὶ Διογένης ἐν τῇ διαλεκτικῇ τέχνῃ, τὸ συνεστὸς διὰ τοῦ εἰ συναπτικοῦ συνδέσμου· ἐπαγγέλλεται δὲ ὁ σύνδεσμος οὗτος ἀκολουθεῖν τὸ δεύτερον τῷ πρώτῳ, οἷον εἰ ἡμέρα ἐστί, φῶς ἐστι.
Philo de incorrupt. mundi 15 p. 248 Bern. p. 25, 3 Cumont. (postquam de Boëtho et Panaetio Stoicis locutus est) λεγεται δὲ καὶ Διογένης ἡνίκα νέος ἦν συνεπιγραψάμενος τῷ δόγματι τῆς ἐκπυρώσεως ὀψὲ τῆς ἡλικίας ἐνδοιάσας ἐπισχεῖν.
Aëtius II 32, 4 (DG p. 364ᵃ 1) (τὸν μέγαν ἐνιαυτόν:) Ἡράκλειτος ἐκ μυρίων ὀκτακισχιλίων ἐνιαυτῶν ἡλιακῶν. Διογένης ὁ Στωϊκὸς ἐκ πέντε καὶ ἑξήκοντα καὶ τριακοσίων ἐνιαυτῶν τοσούτων, ὅσος ἦν ὁ καθ’ Ἡράκλειτον ἐνιαυτός.
Galenus de Hipp. et Plat. dogm. II 5 p. 201 Mü. καὶ μὴν ὁ θαυμαζόμενος ὑπὸ τῶν Στωϊκῶν λόγος ὁ Ζήνωνος, ὃν καὶ πρῶτον ἁπάντων ἔγραψεν ἐν τῷ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ Διογένης ὁ Βαβυλώνιος, - - εἴσῃ δ’ ἐναργέστερον, εἰ παραγράψαιμεν αὐτόν, ἔχει γὰρ ὧδε. Φωνὴ διὰ φάρυγγος χωρεῖ. εἰ δὲ ἦν ἀπὸ τοῦ ἐγκεφάλου χωροῦσα, οὐκ ἂν διὰ φάρυγγος ἐχώρει. ὅθεν δὲ λόγος, καὶ φωνὴ ἐκεῖθεν χωρεῖ. λόγος δὲ ἀπὸ διανοίας χωρεῖ, ὥστ’ οὐκ ἐν τῷ ἐγκεφάλῳ ἐστὶν ἡ διάνοια. τὸν αὐτὸν δὴ τοῦτον λόγον Διογένης οὐ κατὰ τὴν αὐτὴν ἐρωτᾷ λέξιν, ἀλλ’ ὧδε· Ὅθεν ἐκπέμπεται ἡ φωνή, καὶ ἡ ἔναρθρος, οὐκοῦν καὶ ἡ σημαίνουσα ἔναρθρος φωνὴ ἐκεῖθεν. τοῦτο δὲ ὁ λόγος. καὶ λόγος ἄρα ἐκεῖθεν ἐκπέμπεται, ὅθεν καὶ ἡ φωνή. ἡ δὲ φωνὴ οὐκ ἐκ τῶν κατὰ τὴν κεφαλὴν
τόπων ἐκπέμπεται, ἀλλὰ φανερῶς ἐκ τῶν κάτωθεν μᾶλλον. ἐκφανὴς γοῦν ἐστι διὰ τῆς ἀρτηρίας διεξιοῦσα. καὶ ὁ λόγος ἄρα οὐκ ἐκ τῆς κεφαλῆς ἐκπέμπεται, ἀλλὰ κάτωθεν μᾶλλον. ἀλλὰ μὴν κἀκεῖνο ἀληθὲς τὸ τὸν λόγον ἐκ τῆς διανοίας ἐκπέμπεσθαι. ἔνιοι γοῦν καὶ ὁριζόμενοι αὐτὸν φασὶν εἶναι φωνὴν σημαίνουσαν, ἀπὸ διανοίας ἐκπεμπομένην· καὶ ἄλλως δὲ πιθανὸν ὑπὸ τῶν ἐννοιῶν ἐνσεσημασμένον τῶν ἐν τῇ διανοίᾳ καὶ οἷον ἐκτετυπωμένον ἐκπέμπεσθαι τὸν λόγον, καὶ παρεκτείνεσθαι τῷ χρόνῳ κατά τε τὸ διανοεῖσθαι καὶ τὴν κατὰ τὸ λέγειν ἐνέργειαν. καὶ ἡ διάνοια ἄρα οὐκ ἔστιν ἐν τῇ κεφαλῇ, ἀλλ’ ἐν τοῖς κατωτέρω τόποις, μάλιστά πως περὶ τὴν καρδίαν. τοιοῦτος μέντοι καὶ ὁ τοῦ Διογένους λόγος, ἔμπαλιν ἢ κατὰ τὸν τοῦ Ζήνωνος εἰς μῆκος ῥήσεων ἐκτεταμένος, ὥστε ἐκείνῳ μὲν ἐλλείπειν τινὰ τῶν ἀναγκαίων ἀξιωμάτων, πλεονάζειν δὲ τούτῳ.Galen de H. et Plat. dogm. II 8 (110) p. 246 Mü. οὔκουν οὔτε τούτων τῶν λόγων ἰσχυρὸς οὐδείς, οὔθ’ ὅταν ὁ Διογένης εἴπῃ· ὃ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἐν τούτῳ ὑπάρχει τὸ ἡγεμονικόν, ὃ δὲ πρῶτον τροφῆς καὶ πνεύματος ἀρύεται, ἡ καρδία. - -
ibid. Κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ ἑαυτοῦ τοῖς λόγοις ἐχρήσατο. Τό, φησί, κινοῦν τὸν ἄνθρωπον τὰς κατὰ προαίρεσιν κινήσεις ψυχικὴ τίς ἐστιν ἀναθυμίασις, πᾶσα δὲ ἀναθυμίασις ἐκ τῆς τροφῆς ἀνάγεται, ὥστε τὸ κινοῦν πρῶτον τὰς κατὰ προαίρεσιν κινήσεις καὶ τὸ τρέφον ἡμᾶς ἀνάγκη ἓν καὶ ταὐτὸν εἶναι. ὅταν ταῦτα ὁ Διογένης γράφῃ, περὶ μὲν τοῦ τὴν οὐσίαν εἶναι τῆς ψυχῆς ἀναθυμίασιν, εἴτ’ οὖν ἐκ τροφῆς εἴτ’ ἐκ πνεύματος, οὐδὲν ἔν γε τῷ παρόντι φήσομεν ἀμφισβητεῖν, ἵνα μὴ τὰ πάντα λυπῶμεν τὸν ἄνδρα etc.
paulo post: Καὶ αὐτὸς ἐπιλανθανόμενος τῶν οἰκείων δογμάτων αἷμά φησιν εἶναι τὴν ψυχήν, ὡς Ἐμπεδοκλῆς καὶ Κριτίας ὑπέλαβον. εἰ δέ γε ἕποιτο Κλεάνθει καὶ Χρυσίππῳ καὶ Ζήνωνι, τρέφεσθαι μὲν ἐξ αἵματος φήσασι τὴν ψυχήν, οὐσίαν δ’ αὐτῆς ὑπάρχειν τὸ πνεῦμα, πῶς ἔτι ταὐτὸν ἔσται τὸ τρέφον καὶ τὸ κινοῦν, εἴπερ τρέφει μὲν τὸ αἷμα, κινεῖ δὲ τὸ πνεῦμα;
Aëtius I 7, 17 (DG p. 302ᵇ 15). Διογένης καὶ Κλεάνθης καὶ Οἰνοπίδης τὴν τοῦ κόσμου ψυχήν (scil. θεὸν ἀπεφήναντο).
Sextus adv. math. IX 133. Ζήνων δὲ καὶ τοιοῦτον ἠρώτα λόγον· τοὺς θεοὺς εὐλόγως ἄν τις τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως ⟨τιμῴη⟩· εἰσὶν ἄρα θεοί. ᾧ λόγῳ τινὲς παραβάλλοντες φασί· τοὺς σοφοὺς ἄν τις εὐλόγως τιμῴη· τοὺς δὲ μὴ ὄντας οὐκ ἄν τις εὐλόγως τιμῴη· εἰσὶν ἄρα σοφοί. ὅπερ οὐκ ἤρεσκε τοῖς ἀπὸ τῆς Στοᾶς, μέχρι τοῦ νῦν ἀνευρέτου ὄντος τοῦ κατ’ αὐτοὺς σοφοῦ.
ἀπαντῶν δὲ πρὸς τὴν παραβολὴν Διογένης ὁ Βαβυλώνιος τὸ δεύτερόν φησι λῆμμα τοῦ Ζήνωνος λόγου τοιοῦτον εἶναι τῇ δυνάμει τοὺς δὲ μὴ πεφυκότας εἶναι οὐκ ἄν τις εὐλόγως τιμῴη. τοιούτου γὰρ λαμβανομένου δῆλον ὡς πεφύκασιν εἷναι θεοί. εἰ δὲ τοῦτο, καὶ εἰσὶν ἤδη. εἰ γὰρ ἅπαξ ποτὲ ἦσαν, καὶ νῦν εἰσίν, ὥσπερ εἰ ἄτομοι ἦσαν, καὶ νῦν εἰσίν. ἄφθαρτα γὰρ καὶ ἀγένητα τὰ τοιαῦτά ἐστι κατὰ τὴν ἔννοιαν τῶν σωμάτων· διὸ καὶ κατὰ ἀκόλουθον ἐπιφορὰν συνάξει ὁ λόγος· οἱ δέ γε σοφοὶ οὐκ ἐπεὶ πεφύκασιν εἷναι, ἤδη καὶ εἰσίν.Philodemus de pietate 15 (DG p. 548ᵇ 14). Δ(ι)ογένης δ’ ὁ Βαβυλώνιος ἐν τῷ περὶ τῆς Ἀθηνᾶς τ(ὸ)ν κ(όσ)μον γράφει τῷ Δ(ιὶ τ)ὸν αὐτὸν ὑπάρ(χει)ν ἢ περιέχε(ιν τὸ)ν Δία κ(αθ)άπε(ρ) ἄνθρωπ(ον ψ)υχή(ν)· καὶ τὸ(ν ἥλι)ον μ(ὲν) Ἀπόλλ(ω, τ)ὴν δ(ὲ σε)λήνη(ν Ἄρ)τ(ε)μι(ν· καὶ) π(αι)δ(αριῶ)δες εἶν(αι) θε(ο)ὺς ἀ(ν)θρωποε(ι)δεῖς λ(έγει)ν καὶ ἀδύνατον. (εἶ)ν(αί) τε τοῦ Διὸς τὸ μὲν εἰς τὴν θάλατταν διατετα(κ)ὸς Ποσειδῶνα, τὸ δ’ εἰς (τ)ὸν ἀέρα Ἥραν, καθάπερ κ(αὶ τὸν Πλά)τωνα λέγειν, ὥσ(τ’ ἐ)ὰν πολλάκις ἀήρ (λ)έγῃ τις ἐρεῖν Ἥ(ρα, τὸ) δ’ εἰς τὸ(ν) α⟨ἰθ⟩έρα Ἀθηνᾶν· τοῦτο γὰρ λέ(γε)σθαι τὸ ἐκ τῆς (κεφα)λῆς καὶ Ζεὺς ἄρρην Ζεὺς θῆλυς. τινὰς δὲ τῶν Στωϊκῶν φάσκειν, ὅτι τὸ ἡγεμονικὸν ἐν τῇ κ(ε)φαλῇ· φρόνησιν γὰ(ρ) εἶναι, διὸ καὶ Μῆτιν καλεῖσθαι· Χρύσιππον δ’ ἐν τῷ στή(θ)ει τὸ ἡγεμονικὸν (ε)ἶναι κἀκεῖ τὴ(ν Ἀθ)ηνᾶν γεγονένα(ι) φρόνησιν οὖσαν, τῷ (δ)ὲ τ(ὴ)ν φωνὴν ἐκ τῆς (κ)εφαλῆς ἐκκρίνεσθαι (λέ)γειν ἐκ τῆς (κ)εφα(λ)ῆς, ὑπὸ δὲ Ἡ(φ)αίσ(του δι)ότι τ(έ)χνη(ι γί)νεθ’ ἡ φρόνησις, καὶ Ἀθηνᾶν μὲν ο(ἷ)ον Ἀθ(ρη)νᾶν εἰρῆσθαι, (Τριτω)νίδα δὲ καὶ Τρ(ιτογέν)ειαν διὰ τὸ τὴν φρόνησιν ἐκ τριῶν συνεστηκέναι λόγων, τῶ(ν) φ(υσικῶ)ν καὶ τῶ(ν ἠ)θικῶ(ν κ)αὶ τῶν λογικῶν. καὶ τὰς ἄλλας δ’ αὐτ(ῆς προσ)ηγορ(ί)ας καὶ τὰ φορήματα μάλα καταχρύσως τῇ φρονήσει συνοικειοῖ.
Cicero de nat. deor. I 41. quem (scil. Chrysippum) Diogenes Babylonius consequens in eo libro qui inscribitur de Minerva, partum Iovis ortumque virginis ad physiologiam traducens diiungit a fabula.
Cicero de divin. I 6. Quem (scil. Chrysippum) subsequens unum librum Babylonius Diogenes edidit, eius auditor (scil. περὶ μαντικῆς).
Cicero de divin. II 90. Quibus (scil. Chaldaeis) etiam Diogenes Stoicus concedit aliquid, ut praedicere possint dumtaxat, qualis quisque natura et ad quam quisque maxume rem aptus futurus sit; cetera quae profiteantur, negat ullo modo posse sciri; etenim geminorum
formas esse similis, vitam atque fortunam plerumque disparem. Procles et Eurysthenes, Lacedaemoniorum reges, gemini fratres fuerunt. At ii nec totidem annos vixerunt; anno enim Procli vita brevior fuit; multumque is fratri rerum gestarum gloria praestitit. 91. At ego id ipsum, quod vir optumus Diogenes Chaldaeis quasi quadam praevaricatione concedit, nego posse intellegi.Cicero de divin. I 84. Hac ratione et Chrysippus et Diogenes et Antipater utitur (Chrys. fr. phys. n. 1192 Vol. II p. 342, 27).
Diog. Laërt. VII 84. τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν (ipsam partitionem vide III p. 3, 1). καὶ οὕτω δ’ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον - - καὶ Διογένην etc.
Arrianus Epict. dissert. II 19, 13.τῶν ὄντων τὰ μέν ἐστιν ἀγαθά, τὰ δὲ κακά, τὰ δ’ ἀδιάφορα. ἀγαθὰ μὲν οὖν αἱ ἀρεταὶ καὶ τὰ μετέχοντα αὐτῶν, κακὰ δὲ κακίαι καὶ τὰ μετέχοντα κακίας, ἀδιάφορα δὲ τὰ μεταξὺ τούτων, πλοῦτος, ὑγίεια, ζωή, θάνατος, ἡδονή, πόνος. πόθεν οἶδας; Ἑλλάνικος λέγει ἐν τοῖς Αἰγυπτιακοῖς. τί γὰρ διαφέρει τοῦτο εἰπεῖν ἢ ὅτι Διογένης ἐν τῇ ἠθικῇ ἢ Χρύσιππος ἢ Κλεάνθης. Cf. II 9, 15.
Cicero de finibus III 33. Bonum autem - etiam definitione explicatur. Sed eorum definitiones paulum oppido inter se differunt et tamen eodem spectant. Ego assentior Diogeni, qui bonum definierit id, quod esset natura absolutum. Id autem sequens illud etiam quod prodesset (ὠφέλημα enim sic appellemus) motum aut statum esse dixit e natura absoluto.