Testimonia et Fragmenta
Diogenes Babylonius
Diogenes Babylonius. Stoicorum veterum fragmenta, Vol. 3. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903.
Simplicius in Aristot. Phys. p. 426, 1 Diels. καὶ οἱ ἀέρα δὲ
πεπληγμένον τὴν φωνὴν ἀποδιδόντες, ὥσπερ Διογένης ὁ Βαβυλώνιος, ἁμαρτάνουσι. σῶμα γὰρ οὕτως ἔσται ἡ φωνή, εἴπερ ἐν γένει τῷ ἀέρι ἐστί, καὶ τὸ πεπονθός, τουτέστι τὸν πεπληγμένον ἀέρα, ἀντὶ τοῦ πάθους, ὅπερ ἐστὶν ἡ πληγή, ἀποδιδόασιν.Diocles Magnes apud Diog. Laërt. VII 56. Λέξις δέ ἐστι κατὰ τοὺς Στωϊκούς, ὥς φησιν ὁ Διογένης, φωνὴ ἐγγράμματος, οἷον ἡμέρα.
λόγος δέ ἐστι φωνὴ σημαντικὴ ἀπὸ διανοίας ἐκπεμπομένη, ⟨οἷον ἡμέρα ἐστι⟩.
διάλεκτος δέ ἐστι λέξις κεχαραγμένη ἐθνικῶς τε καὶ Ἑλληνικῶς· ἢ λέξις ποταπή, τουτέστι ποιὰ κατὰ διάλεκτον, οἷον κατὰ μὲν τὴν Ἀτθίδα θάλαττα, κατὰ δὲ τὴν Ἰάδα ἡμέρη.
τῆς δὲ λέξεως στοιχεῖά ἐστι τὰ εἰκοσιτέσσαρα γράμματα. τριχῶς δὲ λέγεται τὸ γράμμα, ⟨τό τε στοιχεῖον⟩ ὅ τε χαρακτὴρ τοῦ στοιχείου καὶ τὸ ὄνομα, οἷον ἄλφα.
φωνήεντα δέ ἐστι τῶν στοιχείων ἑπτά· α, ε, η, ι, ο, υ, ω.
ἄφωνα δὲ ἕξ· β, γ, δ, π, κ, τ.
διαφέρει δὲ φωνὴ καὶ λέξις, ὅτι φωνὴ μὲν καὶ ὁ ἦχός ἐστι, λέξις δὲ τὸ ἔναρθρον μόνον.
λέξις δὲ λόγου διαφέρει, ὅτι λόγος ἀεὶ σημαντικός ἐστι, λέξις δὲ καὶ ἀσήμαντος, ὡς ἡ βλίτυρι, λόγος δὲ οὐδαμῶς.
διαφέρει δὲ καὶ τὸ λέγειν τοῦ προφέρεσθαι· προφέρονται μὲν γὰρ αἱ φωναί, λέγεται δὲ τὰ πράγματα, ἃ δὴ καὶ λεκτὰ τυγχάνει.
Diocles Magnes apud Diog. Laërt. VII 57. τοῦ δὲ λόγου ἐστὶ μέρη πέντε, ὥς φησι Διογένης τε ἐν τῷ περὶ φωνῆς καὶ Χρύσιππος· ὄνομα, προσηγορία, ῥῆμα, σύνδεσμος, ἄρθρον.
Diocles Magnes apud Diog. Laërt. VII 58. ἔστι δὲ προσηγορία μέν, κατὰ τὸν Διογένην, μέρος λόγου σημαῖνον κοινὴν ποιότητα, οἷον ἄνθρωπος ἵππος.
ὄνομα δέ ἐστι μέρος λόγου δηλοῦν ἰδίαν ποιότητα, οἷον Διογένης, Σωκράτης.
ῥῆμα δέ ἐστι μέρος λόγου σημαῖνον ἀσύνθετον κατηγόρημα, ὡς ὁ Διογένης, ἤ, ὥς τινες, στοιχεῖον λόγου ἄπτωτον σημαῖνόν τι συντακτὸν περί τινος ἢ τινῶν, οἷον γράφω λέγω.
σύνδεσμος δέ ἐστι μέρος λόγου ἄπτωτον, συνδοῦν τὰ μέρη τοῦ λόγου.
ἄρθρον δέ ἐστι στοιχεῖον λόγου πτωτικόν, διορίζον τὰ γένη τῶν ὀνομάτων καὶ τοὺς ἀριθμούς· οἷον ὁ, ἡ, τό, οἱ, αἱ, τά.
Diocles Magnes apud Diog. Laërt. VII 62. ἀμφιβολία δέ ἐστι λέξις δύο ἢ καὶ πλείονα πράγματα σημαίνουσα λεκτικῶς καὶ κυρίως καὶ κατὰ τὸ αὐτὸ ἔθος, ὥσθ’ ἅμα τινὰ πλείονα ἐκδέξασθαι κατὰ τὴν αὐτὴν λέξιν, οἷον αὐλητρις πέπτωκε δηλοῦται γὰρ δι’ αὐτῆς τὸ μὲν τοιοῦτον οἰκία τρὶς πέπτωκε, τὸ δὲ τοιοῦτον αὐλήτρια πέπτωκε.
Diocles Magnes apud Diog. Laërt. VII 59. ἀρεταὶ δὲ λόγου εἰσὶ πέντε. ἑλληνισμός, σαφήνεια, συντομία, πρέπον, κατασκευή.
ἑλληνισμὸς μὲν οὖν ἐστι φράσις ἀδιάπτωτος ἐν τῇ τεχνικῇ καὶ μὴ εἰκαίᾳ συνηθείᾳ.
σαφήνεια δέ ἐστι λέξις γνωρίμως παριστᾶσα τὸ νοούμενον.
συντομία δέ ἐστι λέξις αὐτὰ τὰ ἀναγκαῖα περιέχουσα πρὸς δήλωσιν τοῦ πράγματος.
πρέπον δέ ἐστι λέξις οἰκεία τῷ πράγματι.
κατασκευὴ δέ ἐστι λέξις ἐκπεφευγυῖα τὸν ἰδιωτισμόν.
ὁ δὲ βαρβαρισμός, ἐκ τῶν κακιῶν, λέξις ἐστὶ παρὰ τὸ ἔθος τῶν εὐδοκιμούντων Ἑλλήνων.
σολοικισμὸς δέ ἐστι λόγος ἀκαταλλήλως συντεταγμένος.