Didache
Anonymous
Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.
μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ̓ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου: καὶ γὰρ [*](Mt. 7, 6) περὶ τούτου εἴρηκεν ὁ κύριος: Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσί.
Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὕτως εὐχαριστήσατε:
Εὐχαριστοῦμέν σοι, πάτερ ἅγιε, ὑπὲρ τοῦ ἁγίου ὀνόματός σου, οὗ κατεσκήνωσας ἐν ταῖς
σύ, δέσποτα παντοκράτορ, ἔκτισας τὰ πάντα ἕνεκεν τοῦ ὀνόματός σου, τροφήν τε καὶ ποτὸν ἔδωκας τοῖς ἀνθρώποις εἰς ἀπόλαυσιν, ἵνα σοι εὐχαριστήσωσιν, ἡμῖν δὲ ἐχαρίσω πνευματικὴν τροφὴν καὶ ποτὸν καὶ ζωὴν αἰώνιον διὰ τοῦ παιδός σου.
πρὸ πάντων εὐχαριστοῦμέν σοι, ὅτι δυνατὸς εἶ; σοὶ [*](C reads su/ shich is a common mistake for soi, but Harnack prefers to emend to o(/ti dunato\s ei) su/: soi\ k. t. l.) ἡ δόξα εἰς τοὺς αἰῶνας.