Didache

Anonymous

Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

ὥσπερ ἦν τοῦτο τὸ [*](to/ om. C.) κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.

μηδεὶς δὲ φαγέτω μηδὲ πιέτω ἀπὸ τῆς εὐχαριστίας ὑμῶν, ἀλλ̓ οἱ βαπτισθέντες εἰς ὄνομα κυρίου: καὶ γὰρ [*](Mt. 7, 6) περὶ τούτου εἴρηκεν ὁ κύριος: Μὴ δῶτε τὸ ἄγιον τοῖς κυσί.

Μετὰ δὲ τὸ ἐμπλησθῆναι οὕτως εὐχαριστήσατε: