Didache

Anonymous

Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

ἐὰν δὲ μὴ ἔχῃς ὕδωρ ζῶν, εἰς ἄλλο ὕδωρ βάπτισον: εἰ δ̓ οὐ δύνασαι ἐν ψυχρῷ, ἐν θερμῷ.

ἐὰν δὲ ἀμφότερα μὴ ἔχῃς, ἔκχεον εἰς τὴν κεφαλὴν τρὶς ὕδωρ εἰς [*](Mt. 28, 12) ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος.

πρὸ δὲ τοῦ βαπτίσματος προνηστευσάτω ὁ βαπτίζων καὶ ὁ βαπτιζόμενος καὶ εἴ τινες ἄλλοι δύνανται: κελεύεις δὲ νηστεῦσαι τὸν βαπτιζόμενον πρὸ μιᾶς ἢ δύο.

Αἱ δὲ νηστεῖαι ὑμῶν μὴ ἔστωσαν μετὰ τῶν ὑποκριτῶν. νηστεύουσι γὰρ δευτέρᾳ σαββάτων καὶ πέμπτῃ: ὑμεῖς δὲ νηστεύσατε τετράδα καὶ [*](Mt. 6, 6) παρασκευήν.

μηδὲ προσεύχεσθε ὡς οἱ ὑποκριταί, ἀλλ̓ ὡς ἐκέλευσεν ὁ κύριος ἐν τῷ εὐαγγελίῳ [*](Mt. 6, 9-13) αὐτοῦ, οὕτω προσεύχεσθε: Πάτερ ἡμῶν ὁ ἐν τῷ οὐρανῷ, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς: τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὴν ὀφειλὴν ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ: ὅτι σοῦ ἐστιν ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

τρὶς τῆς ἡμέρας οὕτω προσεύχεσθε.

322

Περὶ δὲ τῆς εὐχαριστίας, οὕτως εὐχαριστήσατε:

πρῶτον περὶ τοῦ ποτηρίου: [*](It is notesorthy that this ordor "first the Cup" is only found elseshere in the earliest text of Le. 22, 17 ff, (shich omits v. 20) and perhaps in l. Cor. 10, 16.) Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ἁγίας ἀμπέλου Δαυεὶδ τοῦ παιδός σου, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου: σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

περὶ δὲ τοῦ κλάσματος: Εὐχαριστοῦμέν σοι, πάτερ ἡμῶν, ὑπὲρ τῆς ζωῆς καὶ γνώσεως, ἦς ἐγνώρισας ἡμῖν διὰ Ἰησοῦ τοῦ παιδός σου. σοὶ ἡ δόξα εἰς τοὺς αἰῶνας.

ὥσπερ ἦν τοῦτο τὸ [*](to/ om. C.) κλάσμα διεσκορπισμένον ἐπάνω τῶν ὀρέων καὶ συναχθὲν ἐγένετο ἕν, οὕτω συναχθήτω σου ἡ ἐκκλησία ἀπὸ τῶν περάτων τῆς γῆς εἰς τὴν σὴν βασιλείαν. ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ ἡ δύναμις διὰ Ἰησοῦ Χριστοῦ εἰς τοὺς αἰῶνας.