Didache

Anonymous

Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν: οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι: οὐ γὰρ οἴδατε [*](Mt. 24, 14) τὴν ὤραν, ἐν ᾗ ὁ κύριος ἡμῶν ἔρχεται.

πυκνῶς [*](Mt. 25, 13) δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς [*](Barnabas iv. 9) ψυχαῖς ὑμῶν: οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε.

ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος.

αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσι καὶ παραδώσουσι, καὶ τότε φανήσεται ὁ [*](Mt. 24. 24; of. II Thess. 2, 9; Apoc. 13, 2. 13) κοσμοπλανὴς ὡς υἱὸς θεοῦ, καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἅ οὐδέποτε γέγονεν ἐξ αἰῶνος.