Didache

Anonymous

Didache. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

Ὁδοὶ δύο εἰσί, μία τῆς ζωῆς καὶ μια τοῦ θανάτου, διαφορὰ δὲ πολλὴ μεταξὺ τῶν δύο ὁδῶν. [*](Mt, 22, 37-39; Mk. 12, 30-31; Lev. 19, 18)

Ἡ μὲν οὖν ὁδὸς τῆς ζωῆς ἐστιν αὕτη: πρῶτον ἀγαπήσεις τὸν θεὸν τὸν ποιήσαντά σε, δεύτερον τὸν πλησίον σου ὡς σεαυτόν: πάντα δὲ ὅσα ἐὰν θελήσῃς μὴ γίνεσθαί σοι, καὶ σὺ ἄλλῳ μὴ ποίει. [*](Mt. 7, 12; Luke 6, 81)

Τούτων δὲ τῶν λόγων ἡ διδαχή ἐστιν αὕτη: [*](Mt. 6, 44. 46. 47; Luke 6, 32-33)εὐλογεῖτε τοῦς καταρωμένους ὑμῖν καὶ προσεύχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, νηστεύετε δὲ ὑπὲρ τῶν διωκόντων ὑμᾶς: ποία γὰρ χάρις, ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς; οὐχὶ καὶ τὰ ἔθνη τὸ αὐτὸ ποιοῦσιν; ὑμεῖς δὲ ἀγαπᾶτε τοὺς μισοῦντας [*](I Pet. 2, 11; cf. Tit. 2, 12) ὑμᾶς, καὶ οὐχ ἕξετε ἐχθρόν.