Fragmenta

Dialexeis

Dialexeis. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

((1)) μέγιστον δὲ καὶ κάλλιστον ἐξεύρημα εὕρηται μνάμα καὶ ἐς πάντα χρήσιμον, ἐς τὰν σοφίαν τε καὶ ἐς τὸν βίον.

((2)) ἔστι δὲ τοῦτο 〈πρᾶτον〉· ἐὰν προσέχηις τὸν νοῦν, 〈τὰ〉 διὰ τούτω παρελθόντα ἁ γνώμα μᾶλλον αἰσθησεῖται.

((3)) δεύτερον δὲ μελετᾶν, ἃ κα ἀκούσηις· τῶι γὰρ πολλάκις ταὐτὰ ἀκοῦσαι καὶ εἶπαι ἐς μνάμαν παρεγένετο σύνολον ὃ ἕμαθες.

((4)) τρίτον ἅ κα ἀκούσηις ἐπὶ τὰ οἶδας καταθέσθαι, οἷον τόδε· δεῖ μεμνᾶσθαι Χρύσιππον, κατθέμεν ἐπὶ τὸν χρυσὸν καὶ τὸν ἵππον,

((5)) ἄλλο· Πυριυλάμπη κατθέμεν ἐπὶ 〈τὸ〉 πῦρ καὶ τὸ λάμπειν. τάδε μὲν περὶ τῶν ὀνυμάτων·

((6)) τὰ δὲ πράγματα οὕτως· περὶ ἀνδρείας ἐπὶ τὸν Ἄρη καὶ τὸν Ἀχιλλῆα, περὶ χαλκείας δὲ ἐπὶ τὸν Ἥφαιστον, περὶ δειλίας ἐπὶ τὸν Ἐπειόν . . .