Fragmenta

Dialexeis

Dialexeis. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

((1)) λέγονται δὲ καὶ περὶ τῶ ψεύδεος καὶ τῶ ἀλαθέος δισσοὶ λόγοι, ὧν ὁ μέν φατι, ἄλλον μὲν τὸν ψεύσταν ἦμεν λόγον, ἄλλον δὲ τὸν ἀλαθῆ· ὁ δὲ τὸν αὐτὸν αὖ.

((2)) κἀγὼ τόνδε λέγω· πρῶτον μέν, ὅτι τοῖς αὐτοῖς ὀνόμασι λέγονται· ἔπειτα δέ, ὅταν λόγος ῥηθῆι, αἰ μὲν ὥς 〈κα〉 λέγηται ὁ λόγος, οὕτω γεγένηται, ἀλαθὴς ὁ λόγος, αἰ δὲ μὴ γεγένηται, ψευδὴς ὁ αὐτὸς λόγος.

((3)) αὐτίκα κατηγορεῖ ἱεροσυλίαν τω· αἴ γ’ ἐγένετο τὦργον, ἀλαθὴς ὁ λόγος· αἰ δὲ μὴ ἐγένετο, ψεύστας. καὶ τῶ ἀπολογουμένω ὡυτὸς λόγος. καὶ τά γε δικαστήρια τὸν αὐτὸν λόγον καὶ ψεύσταν καὶ ἀλαθῆ κρίνοντι.

((4)) ἔπειτα τοὶ ἑξῆς καθήμενοι αἰ

λέγοιμεν μύστας εἰμί, τὸ αὐτὸ μὲν πάντες ἐροῦμεν, ἀλαθὲς δὲ μόνος ἐγώ, ἐπεὶ καὶ εἰμί.

((5)) δᾶλον ὧν, ὅτι ὁ αὐτὸς λόγος, ὅταν μὲν αὐτῶι παρῆι τὸ ψεῦδος, ψεύστας ἐστίν, ὅταν δὲ τὸ ἀλαθές, ἀλαθής (ὥσπερ καὶ ἄνθρωπος τὸ αὐτό, καὶ παῖς καὶ νεανίσκος καὶ ἀνὴρ καὶ γέρων ἐστίν).

((6)) λέγεται δὲ καὶ ὡς ἄλλος εἴη ὁ ψεύστας λόγος, ἄλλος δὲ ὁ ἀλαθής, διαφέρων τὤνυμα 〈ὥσπερ καὶ τὸ πρᾶγμα〉· αἰ γάρ τις ἐρωτάσαι τὼς λέγοντας, ὡς ὁ αὐτὸς λόγος εἴη ψεύστας καὶ ἀλαθής, ὃν αὐτοὶ λέγοντι, πότερός ἐστιν· αἰ μὲν ψεύστας, δᾶλον ὅτι δύο εἴη· αἰ δ’ ἀλαθής [ἀποκρίναιτο], καὶ ψεύστας ὁ αὐτὸς οὗτος. καὶ ἀλαθῆ τίς ποκα εἶπεν ἢ ἐξεμαρτύρησε, καὶ ψευδῆ ἄρα τὰ αὐτὰ ταῦτα. καὶ αἴ τινα ἄνδρα ἀλαθῆ οἶδε, καὶ ψεύσταν τὸν αὐτόν.

((7)) ἐκ δὲ τῶ λόγω λέγοντι ταῦτα, ὅτι γενομένω μὲν τῶ πράγματος ἀλαθῆ τὸν λόγον 〈λέγοντι〉, ἀγενήτω δὲ ψεύσταν. οὔκων διαφέρει 〈αὐτῶν τὤνυμα, ἀλλὰ τὸ πρᾶγμα.

((8)) ἐρωτάσαι δὲ κά τις〉 αὖθις τὼς δικαστάς, ὅτι κρίνοντι (οὐ γὰρ πάρεντι τοῖς πράγμασιν)

((9)) ὁμολογέοντι δὲ καὶ αὐτοί, ὧι μὲν τὸ ψεῦδος ἀναμέμεικται, ψεύσταν ἦμεν, ὦ δὲ τὸ ἀλαθές, ἀλαθῆ. τοῦτο δὲ ὅλον διαφέρει . . . .

((1)) ταὐτὰ τοὶ μαινόμενοι καὶ τοὶ σωφρονοῦντες καὶ τοὶ σοφοὶ καὶ τοὶ ἀμαθεῖς καὶ λέγοντι καὶ πράσσοντι.

((2)) καὶ πρᾶτον μὲν ὀνομάζοντι ταὐτά, γᾶν καὶ ἄνθρωπον καὶ ἵππον καὶ πῦρ καὶ τἆλλα πάντα. καὶ ποιέοντι ταὐτά, κάθηντα καὶ ἔσθοντι καὶ πίνοντι καὶ κατάκεινται, καὶ τἆλλα καττωὐτό.

((3)) καὶ μὰν καὶ τὸ αὐτὸ πρᾶγμα καὶ μέζον καὶ μῆιόν ἐστι καὶ πλέον καὶ ἔλασσον καὶ βαρύτερον καὶ κουφότερον. οὕτω γάρ ἐντι ταὐτὰ πάντα.

((4)) τὸ τάλαντόν ἐστι βαρύτερον τῆς μνᾶς, καὶ κουφότερον τῶν δύο ταλάντων· τωὐτὸν ἄρα καὶ κουφότερον καὶ βαρύτερον. * * * [s. S. (643), (16)f.].

((5)) καὶ ζώει ὁ αὐτὸς ἄνθρωπος καὶ οὐ ζώει, καὶ ταὐτὰ ἔστι καὶ οὐκ ἔστι· τὰ γὰρ τῆιδ’ ἐόντα ἐν τᾶι Λιβύαι οὐκ ἔστιν, οὐδέ γε τὰ ἐν Λιβύαι ἐν Κύπρωι. καὶ τἆλλα κατὰ τὸν αὐτὸν λόγον. οὐκῶν καὶ ἐντὶ τὰ πράγματα καὶ οὐκ ἐντί.’

((6)) τοὶ τῆνα λέγοντες, τὼς μαινομένως καὶ 〈τὼς σωφρονοῦντας καὶ〉 τὼς σοφὼς καὶ τὼς ἀμαθεῖς τωὐτὰ διαπράσσεσθαι καὶ λέγεν, καὶ τἆλλα 〈τὰ〉 ἑπόμενα τῶι λόγωι, οὐκ ὀρθῶς λέγοντι.

((7)) αἰ γάρ τις αὐτὼς

ἐρωτάσαι, αἰ διαφέρει μανία σωφροσύνης καὶ σοφία ἀμαθίης, φαντί [ναί].

((8)) εὖ γὰρ καὶ ἐξ ὧν πράσσοντι ἑκάτεροι δᾶλοί ἐντι, ὡς ὁμολογησοῦντι. οὐκῶν αἰ ταὐτὰ πράσσοντι, καὶ τοὶ σοφοὶ μαίνονται, καὶ τοὶ μαινόμενοι σοφοί, καὶ πάντα συνταράσσονται.