Fragmenta

Dialexeis

Dialexeis. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

((9)) φονεύεν δὲ τὼς φιλτάτως δίκαιον· ἐπεὶ καὶ Ὀρέστας καὶ Ἀλκμαίων· καὶ ὁ θεὸς ἔχρησε δίκαια αὐτὼς ποιῆσαι.

((10)) ἐπὶ δὲ τὰς τέχνας τρέψομαι καὶ τὰ τῶν ποιητῶν. ἐν γὰρ τραγωιδοποιίαι καὶ ζωγραφίαι ὅστις 〈κα〉 πλεῖστα ἐξαπατῆι ὅμοια τοῖς ἀληθινοῖς ποιέων, οὗτος ἄριστος.

((11)) θέλω δὲ καὶ ποιημάτων παλαιοτέρων μαρτύριον ἐπαγαγέσθαι. Κλεοβουλίνης [fr. (2) p. (47) Crus.]

ἄνδρ’ εἶδον κλέπτοντα καὶ ἐξαπατῶντα βιαίως, καὶ τὸ βίαι ῥέξαι τοῦτο δικαιότατον.

((12)) ἐν πάλαι ταῦτα· Αἰσχύλου δὲ ταῦτα [fr. (301). (302)]

ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός.
〈καί·〉
ψευδῶν δὲ καιρὸν ἔσθ’ ὅπου τιμᾶι θεός.

((13)) λέγεται δὲ καὶ τῶιδε ἀντίος λόγος, ὡς ἄλλο τὸ δίκαιον καὶ τὸ ἄδικόν ἐστιν, διαφέρον ὥσπερ καὶ τὤνυμα; οὕτω καὶ τὸ πρᾶγμα· ἐπεὶ αἴ τις ἐρωτάσαι τὼς λέγοντας, ὡς τὸ αὐτό ἐστιν ἄδικον καὶ δίκαιον, αἰ ἤδη τι δίκαιον περὶ τὼς γονέας ἔπραξαν, ὁμολογησοῦντι. καὶ ἄδικον ἄρα. τὸ γὰρ αὐτὸ ἄδικον καὶ δίκαιον ὁμολογέοντι ἦμεν.

((14)) φέρε ἄλλο δή· αἴ τινα γινώσκεις δίκαιον ἄνδρα, καὶ ἄδικον ἄρα τὸν αὐτόν, καὶ μέγαν τοίνυν καὶ μικρὸν κατὰ τωὐτὸν. καί τοι 〈ὁ〉 πολλὰ ἀδικήσας ἀποθανέτω 〈καὶ πολλὰ καὶ δίκαια δια〉πραξάμενος.

((15)) καὶ περὶ μὲν τούτων ἅλις. εἶμι δὲ ἐφ’ ἃ λέγοντες ἀξιόοντι τὸ αὐτὸ καὶ δίκαιον καὶ ἄδικον ἀποδεικνύεν

((16)) τὸ γὰρ κλέπτεν τὰ τῶν πολεμίων δίκαιον, καὶ ἄδικόν 〈κ’〉 ἀπεδείκνυεν τοῦτο τωὐτό, αἱ κ’ ἀληθὴς 〈ἧς〉 ὁ τήνων λόγος, καὶ τἆλλα καττωὐτό.

((17)) τέχνας δὲ ἐπάγονται, ἐν αἷς οὐκ ἔστι τὸ δίκαιον καὶ τὸ ἄδικον. καὶ τοὶ ποιηταὶ οὔ [το] ποτ’ ἀλάθειαν, ἀλλὰ ποτὶ τὰς ἁδονὰς τῶν ἀνθρώπων τὰ ποιήματα ποιέοντι.