Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

[XIII 3]ΟΠΛΟΜΑΧΙΚΟΝ.

APOLLON. Cit. in Hipp. p. 6, 29 Schoene ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν Ἱπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς Ῥόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεις. καὶ διὰ τούτων φησὶν πάλιν· ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δ. εἴη καλῶν τῆς ἴτυος τὴν τῷ κοίλῳ περικειμένην ὀφρὺν ἄμβην. Vgl. Erotian. p. 52, 10 Klein.

APOLL. DYSC. de pron. p. 92, 20 Schn. αἱ πληθυντικαὶ 〈εἰ〉 καὶ κοινολεκτοῦνται κατ’ εὐθεῖαν πρός τε Ἰώνων καὶ Ἀττικῶν ἡμεῖς, ὑμεῖς, σφεῖς, ἔστιν πιστώσασθαι καὶ τὸ ἀδιαίρετον τῆς εὐθείας παρ’ Ἴωσιν ἐκ τῶν περὶ Δημόκριτον, Φερεκύδην, Ἑκαταῖον.

CLEM. Protr. 68 (I 52, 16 St.).Strom. v103 (II 394, 21).Vgl. 51 A8. τῶν λογίων ἀνθρώπων ὀλίγοι ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες· πάντα〈, φασίν,〉

Ζεὺς μυθεῖται καὶ πάνθ’ οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται καὶ βασιλεὺς οὗτος τῶν πάντων.

[50 Natorp]CLEM. paed. I 6 (1 93, 15 Stähl.) ἰατρικὴ μὲν γὰρ κατὰ Δημόκριτον σώματος νόσους ἀκέεται, σοφίη δὲ ψυχὴν παθῶν ἀφαιρεῖται. Vgl. C 6, 2.

[86 N.] — — 94 (I 214, 9 St.) Hipp. ref. VIII 14 p. 428, 67 Gott. STOB. 6,28. Vgl. GAL. XVII A 521. XVII n 28. XIX 176. S. zu B 124. ξυνουσίη ἀποπληξίη σμικρή· ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται πληγῇ τινι μεριζόμενος.

[187 N.]CLEM. Strom. IV 151 (II 314, 12 St.)STOB. II 31, 65 [II 213, 1 W.] vor B 182.

ἡ φύσις καὶ ἡ διδαχὴ παραπλήσιόν ἐστι. καὶ γὰρ ἡ

διδαχὴ μεταρυσμοῖ τὸν ἄνθρωπον, μεταρυσμοῦσα δὲ φυσιοποιεῖ.

DAVID Prol. 38; 14 Busse καὶ ὥσπερ ἐν τῷ παντὶ ὁρῶμεν τὰ μὲν μόνως ἄρχοντα οἷον τὰ θεῖα, τὰ δὲ καὶ ἄρχοντα καὶ ἀρχόμενα οἷον τὰ ἀνθρώπεια (ταῦτα γὰρ καὶ ἄρχονται ἐκ τῶν θείων καὶ ἄρχουσι τῶν ἀλόγων ζώιων), τὰ δὲ μόνως ἀρχόμενα ὡς τὰ ἄλογα ζῶια, τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ ἀνθρώπῳ μικρῷ κόσμῳ ὄντι κατὰ τὸν Δημόκριτον ταῦτα θεωροῦνται. καὶ τὰ μὲν μόνως ἄρχουσιν, ὥσπερ ὁ λόγος, τὰ δὲ καὶ ἄρχονται καὶ ἄρχουσιν ὡς ὁ θυμός ... τὰ δὲ μόνως ἄρχονται ὥσπερ ἡ ἐπιθυμία. GAL. de usu partt. III 10 (III 241 K., 1 177, 10 Helmr.) ἀλλὰ καὶ τὸ ζώιον οἷον μικρόν τινα κόσμον εἶναί φασιν ἄνδρες παλαιοὶ περὶ φύσιν ἱκανοί. Vgl. B 165 und ARIST. phys. Θ 2. 252b 26.

DEMOKRATES 1. γνωμέων μευ τῶνδε εἴ τις ἐπαΐοι ξὺν νόῳ, πολλὰ μὲν ἕρξει πράγματ’ ἀνδρὸς ἀγαθοῦ ἄξια, πολλὰ δὲ φλαῦρα οὐχ ἕρξει.

[18 Natorp] — 2. ψυχῆς . . . τίθησιν [STOB. ΙΙΙ 1, 27; s. B187].

[8 N.] — 3. ὁ τὰ ψυχῆς ἀγσθὰ αἱρεόμενος τὰ θειότερα αἱρέεται· ὁ δὲ τὰ σκήνεος τὰ ἀνθρωπήϊα.

[154 N.] — 4. καλὸν μὲν τὸν ἀδικέοντα κωλύειν· εἰ δὲ μή, μὴ ξυναδικέειν.

[196 N.] — 5. ἀγαθὸν εἶναι χρὴ ἢ μιμεῖσθαι [Stob. ΙΙΙ 37, 25; s. B 79. 245].

[15 N.] — 6. οὔτε σώμασιν οὔτε χρήμασιν εὐδαιμονοῦσιν ἄνθρωποι, ἀλλ’ ὀρθοσύνῃ καὶ πολυφροσύνῃ.

[45 N.] — 7. μὴ διὰ φόβον, ἀλλὰ διὰ τὸ δέον ἀπέχεσθαι ἁμαρτημάτων [Stob. ΙΙΙ 1, 95 H.]

[90 Ν.] — 8. μέγα τὸ ἐν ξυμφορῇ σι φρονεῖν ἃ δεῖ [Stob. IV 34, 68].

[99 N.] — 9. μεταμέλεια ἐπ’ αἰσχροῖσιν ἔργμασι βίου σωτηρίη.

[112 N.] — 10, 4. † ἀληθόμυθον χρὴ οὐ πολύλογον [Stob. ΙΙΙ 12, 13; s. B 225].

[48 N.] — 11. ὁ ἀδικῶν τοῦ ἀδικουμένου κακοδσιμονέστερος.