Fragmenta

Democritus

Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.

PHILOD. de morte 29, 27 Mekler τῆς δ’ αὖ σηπεδόνος ἔχεται κατὰ Δημόκριτον [καὶ] τὸ δυσωπεῖσθαι διὰ τὴν ὀσ[φρήσεως] τού[των

φαν]τασ[ίαν] καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ τοιοῦτο πάθος ὡσὰν τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους ἀποθνησκόντων . . . 30, 1 καὶ παραπέμπουσιν, ὅτι πάντες ἅμα τοῖς ὡς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίγνοται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δῆλον ὅτι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον, ἀλλὰ λιτὴν καὶ προστυχοῦσαν. 39, 9 εἶθ’ ὅταν ἐναργὴς αὐτοῦ [nämlich τοῦ θανάτου] γένηται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει· παρ’ ἣν αἰτίαν οὐδὲ διαθήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ δίσσ’ ἐμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον.