Fragmenta
Democritus
Democritus. Die Fragmente der Vorsokratiker, Vol. 2. Diels, Hermann, editor. Berlin: Weidmann, 1922.
3.[GEMIN.] isag. (Kalender etwa aus dem 2. J. v. Ch.) p. 218, 14 Manit. [Skorpion] ἐν δὲ τῇ δ̄ ἡμέρᾳ Δημοκρίτῳ Πλειάδες δύνουσιν ἅμα ἠοῖ· ἄνεμοι χειμέριοι ὡς τὰ πολλὰ καὶ ψύχη ἤδη καὶ πάχνη ἐπιπνεῖν φιλεῖ· φυλλορροεῖν ἄρχεται τὰ δένδρα μάλιστα.
p. 220, 5 ἐν δὲ τῇ ῑγ̄ Δ—ῳ Λύρα ἐπιτέλλει ἅμα ἡλίῳ ἀνίσχοντι· καὶ ὁ ἀὴρ χειμέριος γίνεται ὡς ἐπὶ τὰ πολλά.
p. 222,9 (Schütze) ἐν δὲ τῇ ῑς̄ Δ—ῳ Ἀετὸς ἐπιτέλλει ἅμα ἡλίῳ· καὶ ἐπισημαίνειν φιλεῖ βροντῇ καὶ ἀστραπῇ καὶ ὕδατι ἢ ἀνέμῳ ἢ ἀμφότερα ὡς ἐπὶ τὰ πολλά.
p. 224, 5 (Steinbock) ἐν δὲ τῇ ῑβ̄ Δ—ῳ νότος πνεῖ ὡς 〈ἐπὶ τὰ πολλά〉.
p. 224, 22 (Wassermann) ἐν δὲ τῇ γ̄ Εὐκτήμονι ὑετία. Δ—ῳ ἄλογχος, χειμών.
p. 226, 4 ἐν δὲ τῇ ῑς̄ Δ—ῳ ζέφυρος πνεῖν ἄρχεται καὶ παραμένει. ἡμέραι γ̄ καὶ μ̄ ἀπὸ τροπῶν.
p. 226,15 (Fische) ἐν δὲ τῇ δ̄ Δ—ῳ ποικίλαι ἡμέρᾳ γίνονται ἁλκυονίδες καλούμεναι.
p. 226, 23 ἐν δὲ τῇ ῑδ̄ Δ—ῳ ἄνεμοι πνέουσι ψυχροί, οἱ ὀρνιθίαι καλούμενοι, ἡμέρας μάλιστα ἐννέα.
p. 228, 23 (Widder) Δ—ῳ Πλειάδες κρύπτονται ἅμα ἡλίῳ ἀνίσχοντι καὶ ἀφανεῖς γίνονται νύκτας μ̄.
p. 232, 16 (Zwillinge) ἐν δὲ τῇ ῑ Δ—ῳ ὕδωρ γίνεται.
p. 232, 21 ἐν δὲ τῇ κ̄θ̄ Δ—ῳ ἄρχεται Ὠρίων ἐπιτέλλειν καὶ φιλεῖ ἐπισημαίνειν ἐπ’ αὐτῶι.