Fragmenta

Crantor

Crantor. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

1. Τὸν περὶ τῶν Ἀτλαντίνων σύμπαντα τοῦτον λόγον οἱ μὲν ἱστορίαν ψιλὴν εἶναί φασιν, ὥσπερ ὁ πρῶτος τοῦ Πλάτωνος ἐξηγητὴς Κράντωρ· ὃς δὴ καὶ σκώπτεσθαι μέν φησιν αὐτὸν ὑπὸ τῶν τότε ὡς οὐκ αὐτὸν ὄντα τῆς πολιτείας εὑρετὴν ἀλλὰ μεταγράψαντα τὰ Αἰγυπτίων. Τὸν δὲ τοσοῦτον ποιήσασθαι τῶν σκωπτόντων λόγον, ὥστε ἐπὶ Αἰγυπτίους ἀναπέμψαι τὴν περὶ Ἀθηναίων καὶ Ἀτλαντίνων ταύτην ἱστορίαν, ὡς τῶν Ἀθηναίων κατὰ ταύτην ζησάντων ποτὲ τὴν πολιτείαν. Μαρτυροῦσι δὲ καὶ οἱ προφῆται, φησί, τῶν Αἰγυπτίων, ἐν στήλαις ταῖς ἔτι σωζομέναις ταῦτα γεγράφθαι λέγοντες. Οἱ δέ φασιν αὐτὴν μῦθον εἶναι.

2. Οἱ δὲ περὶ Κράντορα τοῦ Πλάτωνος ἐξηγηταί φασι γενητὸν λέγεσθαι τὸν κόσμον ὡς ἀπ’ αἰτίας ἄλλης παραγόμενον καὶ οὐκ ὄντα αὐτόγονον οὐδὲ αὐθυπόστατον.

3. Οἱ δὲ Κράντορι τῷ Σολιεῖ προσέθεντο μιγνύντι τὴν ψυχὴν ἔκ τε τῆς νοητῆς καὶ τῆς περὶ τὰ αἰσθητὰ δοξαστῆς φύσεως.

4. Οἱ δὲ περὶ τὸν Κράντορα μάλιστα τῆς ψυχῆς ἴδιον ὑπολαμβάνοντες ἔργον εἶναι τὸ κρίνειν τά τε νοητὰ καὶ τὰ αἰσθητά, τάς τε τούτων ἐν αὐτοῖς καὶ πρὸς ἄλληλα γινομένας διαφορὰς καὶ ὁμοιότητας, ἐκ πάντων φασίν, ἵνα πάντα γινώσκῃ, συγκεκρᾶσθαι τὴν ψυχήν· ταῦτα δ’ εἶναι τέτταρα, τὴν νοητὴν φύσιν ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, καὶ τὴν περὶ τὰ σώματα παθητικὴν καὶ μεταβλητήν· ἔτι δὲ τὴν ταυτοῦ καὶ τοῦ ἑτέρου, διὰ τὸ κἀκείνων ἑκατέραν μετέχειν ἑτερότητος καὶ ταυτότητος. Ὁμαλῶς δὲ πάντες οὗτοι χρόνῳ μὲν οἴονται τὴν ψυχὴν μὴ γεγονέναι, μηδ’ εἶναί γεννητήν, πλείονας δὲ δυνάμεις ἔχειν, εἰς ἃς ἀναλύοντα θεωρίας ἕνεκα τὴν οὐσίαν αὐτῆς, λόγῳ τὸν Πλάτωνα γινομένην ὑποτίθεσθαι καὶ συγκεραννυμένην· τὰ δ’ αὐτὰ καὶ περὶ τοῦ κόσμου διανοούμενον, ἐπίστασθαι μὲν ἀΐδιον ὄντα καὶ ἀγέννητον, τὸ δὲ ᾧ τρόπῳ συντέτακται καὶ διοικεῖται καταμαθεῖν οὐ ῥᾴδιον ὁρῶντα τοῖς μήτε γένεσιν αὐτοῦ μηδὲ τῶν γεννητικῶν σύνοδον ἐξ ἀρχῆς προϋποθεμένοις, ταύτην τὴν ὁδὸν τραπέσθαι.

5. Εἰρηκότος δὲ τοῦ Πλάτωνος· ἡμιολίων δὲ διαστάσεων καὶ ἐπιτρίτων καὶ ἐπογδόων γενομένων, ἐκ τούτων τῶν δεσμῶν ἐν ταῖς πρόσθεν διαστάσεσι, τῷ τοῦ ἐπογδόου διαστήματι τὰ ἐπίτριτα πάντα ξυνεπληροῦτο, λείπων αὐτῶν ἑκάστου μόριον, τῆς τοῦ μορίου ταύτης διαστάσεως λειφθείσης ἀριθμοῦ πρὸς ἀριθμὸν ἐχούσης τοὺς ὅρους ϛ′ καὶ ν′ καὶ σ′ πρὸς γ′ καὶ μ′ καὶ σ′, διὰ ταύτην τὴν λέξιν ἠναγκάζοντο πάλιν τοὺς ἀριθμοὺς ἐπανάγειν καὶ μείζονας ποιεῖν. Ἔδει μὲν γὰρ ἐφεξῆς ἐπόγδοα γίνεσθαι δύο· τῆς δὲ ἑξάδος οὔτ’ αὐτόθεν ἐπόγδοον ἐχούσης, εἴτε τέμνοιτο, κερματιζομένων εἰς μόρια τῶν μονάδων, δυσθεωρήτου τῆς μαθήσεως ἐσομένης, αὐτὸ τὸ πρᾶγμα τὸν πολυπλασιασμὸν ὑπηγόρευσεν, ὥσπερ ἐν ἁρμονικῇ μεταβολῇ τοῦ διαγράμματος ὅλου συνεπιτεινομένου τῷ

πρώτῳ τῶν ἀριθμῶν. Ὁ μὲν οὖν Εὔδωρος ἐπακολουθήσας Κράντορι, πρῶτον ἔλαβε τὸν τπδ′, ὅς γίνεται τοῦ ἓξ ἐπὶ τὰ ξδ′ πολλαπλασιασθέντος.

6. ‘Υποδεδειγμένων δὲ τούτων, τὸ μὲν συμπληροῦν τὰ διαστήματα καὶ παρεντάττειν τὰς μεσότητας, εἰ καὶ μηδεὶς ἐτύγχανε πεποιηκὼς πρότερον, ὑμῖν ἂν αὐτοῖς ἕνεκα γυμνασίας παρῆκα. Νῦν δὲ πολλοῖς κἀγαθοῖς ἀνδράσιν ἐξειργασμένου τούτου, μάλιστα δὲ Κράντορι καὶ Κλεάρχῳ καὶ Θεοδώρῳ τοῖς Σολεῦσι, μικρὰ περὶ τῆς τούτων διαφορᾶς εἰπεῖν οὐκ ἄχρηστόν ἐστιν. Ὁ γὰρ Θεόδωρος, οὐχ ὡς ἐκεῖνοι, δύο στίχους ποιῶν, ἀλλ’ ἐπὶ μιᾶς εὐθείας ἐφεξῆς τούς τε διπλασίους ἐκτάττων καὶ τοὺς τριπλασίους, πρῶτον μὲν ἰσχυρίζεται τῇ λεγομένῃ κατὰ μῆκος σχίσει τῆς οὐσίας, δύο ποιούσῃ μοίρας, ὡς ἐκ μιᾶς, οὐ τέσσαρας ἐκ δυεῖν· ἔπειτά φησι τὰς τῶν μεσοτήτων παρεντάξεις, οὕτω λαμβάνειν προσήκειν χώραν· εἰ δὲ μή, ταραχὴν καὶ σύγχυσιν ἔσεσθαι, καὶ μεταστάσεις εἰς τὸ πρῶτον εὐθὺς τριπλάσιον ἐκ τοῦ πρώτου διπλασίου, τῶν συμπληρούντων ἑκάτερον ὀφειλόντων. Τοῖς δὲ περὶ τὸν Κράντορα βοηθοῦσιν αἵ τε θέσεις τῶν ἀριθμῶν, ἐπιπέδων ἐπιπέδοις, καὶ τετραγώνων τετραγώνοις, καὶ κύβων κύβοις ἀντιθέτως συζυγούντων, τῇ τε μὴ κατὰ τάξιν αὐτῶν λήψει, ἀλλ’ ἐναλλὰξ ἀρτίων καὶ ἐπιπέδων ἀρτίοις καὶ ἐπιπέδοις ἀντιθέτῳ συζυγίᾳ.

7. Περὶ δὲ τῆς τάξεως (ζητεῖται), πότερον ἐφ’ ἑνὸς στίχου πάντας ἐκθετέον, ὡς Θεόδωρος· ἢ μᾶλλον, ὡς Κράντωρ, ἐν τῷ Λ σχήματι, τοῦ πρώτου κατὰ κορυφὴν τιθεμένου, καὶ χωρὶς μὲν τῶν διπλασίων, χωρὶς δὲ τῶν τριπλασίων ἐν δυσὶ στίχοις ὑποταττομένων.

8. Τὸ μὲν οὖν ἀλγεῖν καὶ δάκνεσθαι, τελευτήσαντος υἱοῦ, φυσικὴν ἔχει τὴν ἀρχὴν τῆς λύπης, καὶ οὐκ ἐφ’ ἡμῖν. Οὐ γὰρ ἔγωγε συμφέρομαι τοῖς τὴν ἄγριον ὑμνοῦσι καὶ σκληρὰν ἀπάθειαν, ἔξω καὶ τοῦ δυνατοῦ καὶ τοῦ συμφέροντος οὖσαν. Ἀφαιρήσεται γὰρ ἡμῶν αὕτη τὴν ἐκ τοῦ φιλεῖσθαι καὶ φιλεῖν εὔνοιαν, ἣν παντὸς μᾶλλον διασώζειν ἀναγκαῖον. Τὸ δὲ πέρα τοῦ μέτρου παρεκφέρεσθαι καὶ συναύξειν τὰ πένθη, παρὰ φύσιν εἶναί φημι, καὶ ὑπὸ τῆς ἐν ἡμῖν φαύτον, λης γίνεσθαι δόξης. Διὸ καὶ τοῦτο μὲν ἐατέον, ὡς βλαβερὸν καὶ φαῦλον, καὶ σπουδαίοις ἀνδράσιν ἥκιστα πρέπον· τὴν δὲ μετριοπάθειαν οὐκ ἀποδοκιμαστέον. Μὴ γὰρ νοσοῖμεν, φησὶν ὁ Ἀκαδημαϊκὸς Κράντωρ, νοσήσασι δὲ παρείη τις αἴσθησις, εἴτ’ οὖν τέμνοιτό τι τὴν τῶν ἡμετέρων, εἴτ’ ἀποσπῷτο. Τὸ γὰρ ἀνώδυνον τοῦτο οὐκ ἄνευ μεγάλων ἐγγίνεται μισθῶν τῷ ἀνθρώπῳ. Τεθηριῶσθαι γὰρ εἰκός, ἐκεῖ μὲν σῶμα τοιοῦἐνταῦθα δὲ ψυχήν.

9. Τούτοις δὲ ἑπομένως καὶ ὁ Κράντωρ παραμυθούμενος ἐπὶ τῇ τῶν τέκνων τελευτῇ τὸν Ἱπποκλέα φησί· ταῦτα γὰρ πᾶσα ἡ ἀρχαία αὕτη φιλοσοφία λέγει τε καὶ παρακελεύεται· ὧν εἰ δή τι ἄλλο μὴ ἀποδεχόμεθα, τό γε πολλαχῇ εἶναι ἐργώδη καὶ δύσκολον τὸν βίον, ἄγαν ἀληθές. Καὶ γὰρ εἰ μὴ φύσει τοιοῦτον ἔχει τὸν τρόπον, ὑπό γε ἡμῶν εἰς τοῦτο ἀφῖκται διαφθορᾶς· ἣ τ’ ἄδηλος αὕτη τύχη πόῤῥωθεν ἡμῖν καὶ ἔτι ἀπ’ ἀρχῆς ἡκολούθηκεν, οὐδ’ ἐφ’ ἑνὶ ὑγιεῖ. Φυομένοις τε μίγνυταί τις ἐν πᾶσι κακοῦ μοῖρα. Τὰ γάρ τοι σπέρματα εὐθὺς θνητὰ ὄντα ταύτης κοινωνεῖ τῆς αἰτίας, ἐξ ἧς ἀφυΐα μὲν ψυχῆς, νόσοι τε καὶ κήδεα καὶ μοῖρα θνητῶν ἐκεῖθεν ἡμῖν ἕρπει. Τοῦ δὴ χάριν ἐτραπόμεθα δεῦρο; ἵν’ εἰδείημεν, ὅτι καινὸν οὐδὲν ἀτυχεῖν ἀνθρώπῳ, ἀλλὰ πάντες ταὐτὸ πεπόνθαμεν.

10. Τὰ δὲ περὶ τὸν Ἰταλὸν Εὐθύνοον τοιαῦτά φασι γενέσθαι. Εἶναι μὲν γὰρ αὐτὸν Ἠλυσίου πατρὸς Τεριναίου, τῶν ἐκεῖ πρώτου καὶ ἀρετῇ καὶ πλούτῳ καὶ δόξῃ, τελευτῆσαι δ’ ἐξαπίνης αἰτίᾳ τινὶ ἀδήλῳ· τὸν οὖν Ἠλύσιον εἰσελθεῖν ὅπερ ἴσως κἂν ἄλλον εἰσῆλθε, μή ποτ’ εἴη φαρμάκοις ἀπολωλώς· τοῦτον γὰρ εἶναι μόνον αὐτῷ ἐπ’ οὐσίᾳ πολλῇ καὶ χρήμασιν. Ἀποροῦντα δέ, ὅτῳ τρόπῳ βάσανον λάβοι τούτων, ἀφικέσθαι ἐπί τι ψυχομαντεῖον· προθυσάμενον δέ, ὡς νόμος, ἐγκοιμᾶσθαι καὶ ἰδεῖν ὄψιν τοιάνδε. Δόξαι παραγενέσθαι τὸν πατέρα τὸν ἑαυτοῦ· ἰδόντα δέ, διεξέρχεσθαι πρὸς αὐτὸν περὶ τῆς τύχης τῆς κατὰ τὸν υἱόν, καὶ ἀντιβολεῖν τε καὶ δεῖσθαι, συνεξευρεῖν τὸν αἴτιον τοῦ θανάτου. Καὶ τὸν ἐπὶ τούτῳ ἥκω, φάναι· ἀλλὰ δέξαι παρὰ τοῦδε ἅ σοι φέρει· ἐκ γὰρ τούτων ἅπαντ’ εἴσῃ, ὧν πέρι λυπῇ. Εἶναι δ’, ὃν ἐσήμαινε, νεανίσκον ἑπόμενον αὐτῷ, ἐμφερῆ τε τῷ υἱῷ, καὶ τὰ τοῦ χρόνου τε καὶ τὰ τῆς ἡλικίας ἐγγύς. Ἐρέσθαι οὖν, ὅστις εἴη, καὶ τὸν φάναι· δαίμων τοῦ υἱέος σου· καὶ οὕτω δὴ ὀρέξαι οἱ γραμματίδιον. Ἀνειλήσαντα οὖν αὐτὸ ἰδεῖν ἐγγεγραμμένα τρία ταῦτα·

ἤρου, νήπιε; ἠλίθιαι δειλῶν φρένες ἀνδρῶν· Εὐθύνοος κεῖται μοιριδίῳ θανάτῳ. οὐκ ἦν γὰρ ζώειν καλὸν αὐτῷ, οὔτε γονεῦσι.

11. Τὸ γὰρ μὴ δι’ αὑτὸν κακῶς πράττειν ὁ μὲν Κράντωρ φησὶν οὐ μικρὸν εἶναι κούφισμα πρὸς τὰς τύχας.

12. Πολλοῖς γὰρ καὶ σοφοῖς ἀνδράσιν, ὥς φησι Κράντωρ, οὐ νῦν, ἀλλὰ πάλαι κέκλαυσται τἀνθρώπινα, τιμωρίαν ἡγουμένοις εἶναι τὸν βίον, καὶ ἀρχὴν τὸ γενέσθαι ἄνθρωπον συμφορὰν τὴν μεγίστην.

13. Ἀγαθὸν δ’ εἶπαν αὐτὴν [τὴν ὑγείαν] ὑπάρχειν, οὐ μὴν καὶ πρῶτον, οἵ τε ἀπὸ τῆς Ἀκαδημίας καὶ οἱ ἀπὸ τοῦ περιπάτου. Δεῖν γὰρ ὑπέλαβον ἑκάστῳ τῶν ἀγαθῶν τὴν οἰκείαν τάξιν τε καὶ ἀξίαν ἀπονέμειν. Ἔνθεν καὶ ὁ Κράντωρ εἰς ἔμφασιν τοῦ λεγομένου βουλόμενος ἡμᾶς ἄγειν, πάνυ χαρίεντι συνεχρήσατο παραδείγματι. Εἰ γὰρ νοήσαιμεν, φησί, κοινόν τι τῶν Πανελλήνων θέατρον, εἰς τοῦτό τε ἕκαστον τῶν ἀγαθῶν παριὸν καὶ τῶν πρωτείων ἀντιποιούμενον ἥκειν, εὐθὺς καὶ εἰς ἔννοιαν ἀναχθησόμεθα τῆς ἐν τοῖς ἀγαθοῖς διαφορᾶς. Πρῶτον μὲν γὰρ ὁ Πλοῦτος παραπηδήσας ἐρεῖ· ἐγώ, ὦ ἄνδρες Πανέλληνες, κόσμον παρέχων πᾶσιν ἀνθρώποις καὶ τὰς ἐσθῆτας καὶ τὰς ὑποδέσεις καὶ τὴν ἄλλην ἀπόλαυσιν χρειώδης εἰμὶ νοσοῦσι καὶ ὑγιαίνουσι, καὶ ἐν μὲν εἰρήνῃ παρέχω τὰ τερπνά, ἐν δὲ πολέμοις νεῦραᵃ τῶν πράξεων γίνομαι. Τούτων γὰρ δὴ τῶν λόγων ἀκούσαντες οἱ Πανέλληνες ὁμοθυμαδὸν κελεύσουσινᵇ ἀποδοῦναι τὰ πρωτεῖα τῷ Πλούτῳ. Ἀλλ’ ἐὰν τούτου ἤδη ἀνακηρυττομένου ἐπιστᾶσα ἡ Ἡδονή,

τῇ ἔνι μὲν φιλότης, ἔνι δ’ ἵμερος, ἐν δ’ ὀαριστύς, πάρφασις, ἤτ’ ἔκλεψε νόον πύκα περ φρονεόντων,
λέγῃ δὲ εἰς μέσον καταστᾶσα ὅτι αὐτὴν δίκαιόν ἐστι. ἀναγορεύειν·
ὁ γὰρ ὄλβος οὐ βέβαιος, ἀλλ’ ἐφῄμερος ἐξίπτατ’ οἴκων, μικρὸν ἀνθήσας χρόνον,
διώκεταί τε πρὸς τῶν ἀνθρώπων οὐ δι’ ἑαυτὸν ἀλλὰ τὴν ἐξ αὐτοῦ περιγινομένην ἀπόλαυσιν καὶ ἡδονήν, πάντως οἱ Πανέλληνες, οὐκ ἄλλως ἔχειν τὸ πρᾶγμα ἢ οὕτως ὑπολαβόντες, κεκράξονται δεῖν τὴν ἡδονὴν στεφανοῦν. Ἀλλὰ καὶ ταύτης τὸ βραβεῖον φέρεσθαι μελλούσης, ἐπὴν εἰσάβλλῃ ἡ Ὑγεία μετὰ τῶν συνέδρων αὐτῇ θεῶν ᵉ, καὶ διδάσκῃ ὡς οὔτε Ἡδονῆς οὔτε Πλούτου ὄφελός τι ἐστιν ἀπούσης αὐτῆς;
τί γὰρ με πλοῦτος ὠφελεῖ νοσοῦντά γε; μίκρ’ ἂν θέλοιμι καὶ καθ’ ἡμέραν ἔχων ἄλυπον οἰκεῖν βίοτον ἡ πλουτῶν νοσεῖν,
ἀκούσαντες πάλιν οἱ Πανέλληνες καὶ καταλαβόντες ὡς οὐκ ἔνεστι κλινοπετῆ καὶ νοσοῦσαν ὑποστῆναι τὴν εὐδαιμονίαν, φήσουσι νικᾶν τὴν Ὑγείαν. Ἀλλὰ καὶ τῆς Ὑγείας ἤδη νικώσης, ἐπὰν εἰσέλθῃ ἡ Ἀνδρία πολὺ στῖφος ἀριστέων καὶ ἡρώων ἔχουσα περὶ ἑαυτήν, καταστᾶσά τε λέγῃ· ἐμοῦ μὴ παρούσης, ὦ ἄνδρες Ἕλληνες, ἀλλοτρία γίνεται ἡ κτῆσις τῶν παρ’ ὑμῖν ἀγαθῶν, εὔξαιντό τ’ ἂν οἱ πολέμιοι περιουσιάζειν ὑμᾶς
πᾶσι τοῖς ἀγαθοῖς ὡς μελλήσοντες ὑμῶν κρατεῖν, καὶ τούτων οὖν ἀκούσαντες οἱ Ἕλληνες τὰ μὲν πρωτεῖα τῇ Ἀρετῇ ἀποδώσουσι, τὰ δὲ δευτερεῖα τῇ Ὑγείᾳ, τὰ δὲ τρίτα τῇ Ἡδονῇ, τελευταῖον δὲ τάξουσι τὸν Πλοῦτον. Καὶ δὴ ὁ μὲν Κράντωρ τὴν ὑγείαν ἐν δευτέρᾳ μοίρᾳ ἐτίθετο, στοιχῶν τοῖς προειρημένοιςᵍ φιλοσόφοις.

14. Οὐκ ἔστι πενίας οὐδὲν ἀθλιώτερον ἐν τῷ βίῳ σύμπτωμα· καὶ γὰρ ἂν φύσει σπουδαῖος ᾖς, πένης δέ, κατάγελως ἔσει.

15. Τὸ γὰρ διάφορον καὶ φρονίμους πάντας ποιεῖ, τὸ σωφρονεῖν δ’ ἔνεστιν ἐν τούτῳ μόνῳ.

16. Ἐν δοιῇ μοι θυμός, ὅ τοι γένος ἀμφιβόητον, ἤ σε θεῶν τὸν πρῶτον ἀειγενέων, Ἔρος, εἴπω, τῶν ὅσσους Ἔρέθος τε πάλαι βασίλειά τε παῖδας γείνατο Νὺξ πελάγεσσιν ὑπ’ εὐρέος Ὠκεανοῖο σέ γε Κύπριδος υἷα περίφρονος, ἠέ σε Γαίης, ἡ Ἀνέμων· τοῖος σὺ κακὰ φρονέων ἀλάλησαι ἀνθρώποις δ’ ἐσθλά· τὸ καί σεο σῶμα δίφυιον.