Fragmenta
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Καὶ γέγονεν, ὦ τέκνον, ἡ ὕλη καὶ ⟨ἀεὶ⟩ ἦν. ὕλη γὰρ ἀγγεῖον γενέσεώς ἐστι· γένεσις δὲ ἐνεργείας τ⟨ρ⟩όπος τοῦ ἀγεν[ν]ήτου καὶ προόντος [τοῦ] θεοῦ. τὸ σπέρμα οὖν τῆς
γενέσεως ⟨ἀπὸ τοῦ θεοῦ⟩ λα[μ]β[αν]οῦσα γέγονε.καὶ τρεπτὴ ἐγένετο, καὶ ἰδέας ἔ[ι]χε⟨ι πολλάς, ποικίλως⟩ μορφοποιουμένη· ἐφέστηκε γὰρ αὐτῇ τρεπομένη ἡ ⟨τοῦ θεοῦ ἐνέργεια⟩, τεχνιτεύουσα τὰς τῆς τροπῆς ἰδέας. ἀγεν[ν]ησία οὖν ⟨⟨ἡ⟩⟩ τῆς ὕλης ἀμορφία ἦν, [[ἡ]] [[δὲ]] γένεσις ⟨⟨δὲ⟩⟩ τὸ ἐνεργεῖσθαι.