Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

καὶ ὁ μὲν [κύριος καὶ πάντων] δημιουργὸς τῶν ἀιδίων σωμάτων, ὦ Τάτ, ἅπαξ ποιήσας οὐκέτι ἐποίησεν οὐδὲ ποιεῖ· ταῦτα γὰρ ἑαυτοῖς παραδοὺς καὶ ἑνώσας ἀλλήλοις ἀφῆκε φέρεσθαι, μηδεν⟨ὸς⟩ ἐνδέοντα [ὡς ἀίδια]. εἰ δὲ δέονται τινῶν, ἀλλήλων δέ[ησ]ονται, οὐδεμιᾶς δὲ τῆς ἔξωθεν ἐπιφορᾶς, ⟨...⟩ ⎡ὡς⎤ ἀθάνατα· ἔδει γὰρ τὰ ὑπ᾽ ἐκείνου σώματα γενόμενα τοιαύτην ἔχειν [καὶ] τὴν φύσιν.

ὁ δὲ ἡμέτερος δημιουργός, ἐν σώματι ὤν, ἐποίησεν ἡμᾶς, καὶ ποιεῖ ἀεὶ καὶ ποιήσει, σώματα ⟨ἔχοντας⟩ διαλυτὰ καὶ θνητά. οὐ γὰρ θέμις ἦν αὐτῷ μιμεῖσθαι τὸν ἑαυτοῦ δημιονργόν, ἄλλως τε καὶ ⟨...⟩ ἀδύνατον· ὁ μὲν γὰρ ἐκ τῆς πρώτης οὐσίας ἐποίησεν, οὔσης ἀσωμάτου, ὁ δὲ ἐκ τῆς γε[ι]νομένης σωματώσεως ἐποίησεν ἡμᾶς.

εἰκότως οὖν [κατὰ τὸν ὀρθὸν λόγον] ἐκεῖνα μὲν τὰ σώματα, ὡς ἐξ ἀσωμάτου οὐσίας γεγενημένα, ἀθάνατά ἐστι· τὰ δὲ ἡμέτερα διαλυτὰ καὶ θνητά, ὡς τῆς ⎡ὕλης⎤ ἡμῶν ἐκ σωμάτων συνεστώσης.

διὸ ⟨καὶ⟩ [τὸ] ἀσθενῆ ἐϲτι, καὶ πολλῆς ἐπικουρίας δεόμενα. πῶς γὰρ ἂν καὶ τὸ τυχὸν ἀντέσχεν ὁ σύνδεσμος ἡμῶν τῶν σωμάτων, εἰ μή τινα εἶχεν ἐπεισερχομένην τροφὴν ἐκ τῶν [ὁμοίων] στοιχείων, καὶ ὑπεσωμάτου ἡμᾶς ⟨αὕτη⟩ καθ᾽ ἑκάστην [τὴν] ἡμέραν; καὶ γὰρ γῆς τε καὶ ὕδατος καὶ πυρὸς καὶ ἀέρος ἐπιρροὴ ἡμῖν γίγνεται, ἥτις τὰ σώματα ἡμῶν νεοποιοῦσα συνέχει τὸ σκῆνος.

⟨... ⟩ ὥστε καὶ πρὸς τὰς κινήσεις ἐσμὲν ἀσθενέστεροι, φέροντες ⟨αὐτὰς⟩ [κινήσεις] μηδὲ ἡμέρας μιᾶς. εὖ γὰρ ἴσθι, ὦ τέκνον, ὅτι εἰ μὴ ἐν ταῖς νυξὶν ἡμῶν ἀνεπαύετο τὰ σώματα, οὐκ ἂν πρὸς μίαν ἡμέραν ἀντέσχομεν. ὅθεν ἀγαθὸς ὢν ὁ δημιουργός, ⟨καὶ⟩ πάντα προεπιστάμενος, εἰς διαμονὴν τοῦ ζῷου ἐποίησε τὸν ὕπνον, ⟨φάρμακ⟩ον μέγιστον τοῦ καμάτου

τῆς κινήσεως, καὶ ἐπ᾽ ἰσότητος ἔταξεν ἑκατέρῳ χρόνοΝ [μᾶλλον δὲ τῇ ἀναπαύλῃ πλείονα].

μεγίστην δῊ νόει, ⟨ὦ⟩ τέκνον, τοῦ ὕπνου τὴν ἐνέργειαν, ἐναντίαν τῇ τῆς ψυχῆς, οὐκ ἐλάττον⟨α δ᾽⟩ ἐκείνης. καθάπερ γὰρ ἡ ψυχὴ κινήσεώς ἐστιν ἐνεργΗΤΙΚΉ, τὸν αὐτὸν τρόπον ⟨ὁ ὕπνος...⟩. ⟨διὸ⟩ καὶ τὰ σώματα ζῆν οὐ δύναται χωρὶς ὕπνου· ἄνεσις γάρ [καὶ ἄφεσίς] ἐστι ⎡τῶν συνδέτων τῶν μελῶν⎤.

καὶ ἔσωθεν ἐνεργεῖ, σωματοποιῶν τὴν ἐπεισελθοῦσαν ὕλην, ἑκάστῳ τὸ οἰκεῖον διαστέλλων, τὸ μὲν ὕδωρ τῷ αἵματι, τὴν δὲ γῆν ⟨τοῖς⟩ ὀστέοις καὶ μυελοῖς, τὸν δὲ ἀέρα τοῖς νεύροις [καὶ φλεψί], τὸ δὲ πῦρ τῇ ὁράσει. διόπερ καὶ ἥδεται ἄκρως τὸ σῶμα τῷ ὕπνῳ ταύτην ἐνεργοῦντι τὴν ⎡ἡδονήν⎤.