Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἐγὼ [ὦ τέκνον] καὶ τῆς φιλανθρωπίας ἕνεκα καὶ τῆς πρὸς τὸν θεὸν εὐσεβείας ⎡πρῶτον τόδε συγγράφω⎤. οὐδεμία γὰρ ἂν ⎡γένοιτο δικαιοτιάτη εὐσέβεια [ἢ] τοῦ νοῆσαι τὰ ὄντα καὶ χάριν τῷ ποιήσαντι ὑπὲρ τούτων ὁμολογῆσαι· ὅπερ διατελῶν οὐ παύσομαι.

Τί οὖν ἄν τις πράττων, ὦ πάτερ, εἰ μηδέν ἐστιν ἀληθὲς ἐνθάδε, καλῶς διαγάγοι τὸν βίον;—ΕὐσεβῶΝ, ὦ τέκνον. ὁ δὲ εὐσεβ⟨εῖν ζητ⟩ῶν [ἄκρως] φιλοσοφήσει. χωρὶς γὰρ φιλοσοφίας [[ἄκρως]] εὐσεβῆσαι ἀδύνατον· ὁ δὲ μαθὼν οἷά ἐστι ⟨τὰ ὄντα⟩, καὶ πῶς διατέτακται, καὶ ὑπὸ τίνος, καὶ ἕνεκεν τίνος, χάριν εἴcεται ὑπὲρ πάντων τῷ δημιουργῷ ὡς πατρὶ ἀγαθῷ καὶ τροφεῖ χρηστῷ καὶ ἐπιτρόπῳ πιστῷ· ὁ δὲ χάριν ὁμολογῶν εὐσεβήσει.

ὁ δὲ ⟨⟨ἄκρως⟩⟩ φιλοσοφῶν ⟨μαθ⟩Ήσεται καὶ ποῦ ἐστιν ἡ ἀλήθεια καὶ τίς ἐστιν ἐκείνη· καὶ μαθών, ἔτι μᾶλλον εὐσεβέστερος ἔσται, ⟨⟨καὶ οὐκέτι ἀποστῆναι δυν⟨ήσ⟩εται τοῦ ἀγαθοῦ.⟩⟩ οὐδέποτε γάρ, ὦ τέκνον, ψυχὴ [ἐν σώματι οὖσα καὶ] κουφίσασα ἑαυτὴν ἐπὶ τὴν κατάληψιν τοῦ ὄντως ἀγαθοῦ καὶ ἀληθοῦς ὀλισθῆσαι δύναται ἐπὶ τὸ ἐναντίον· δεινὸν γὰρ ἐρῶτα ἴσχει καὶ λήθην πάντων τῶν κακῶν ψυχὴ μαθοῦσα ἑαυτῆς τὸν προπάτορα. [[καὶ οὐκέτι ἀποστῆναι δύναται τοῦ ἀγαθοῦ.]]

το⟨ῦ⟩το, ⟨ὦ⟩ τέκνον, τοῦτο εὐσεβείας ἐστὶ τέλος· ἐφ᾽ ὃ ἀφικ[ν]ό[υ]μενος καὶ καλῶς βιώσῃ, καὶ εὐδαιμόνως τεθνήξῃ, τῆς ψυχῆς σου μὴ ἀγνοούσης ποῦ αὐτὴν δεῖ ἀναπτῆναι.

⟨...⟩ αὕτη γὰρ μόνη ἐστίν, ὦ τέκνον, [ἡ] πρὸς ἀλήθειαν ὁδός· ἣν καὶ οἱ ἡμέτεροι πρόγονοι ὥδευσαν, καὶ ὁδεύσαντες

ἔτυχον τοῦ ἀγαθοῦ. σεμνὴ αὕτη ὁδὸς καὶ ⎡λεία⎤, χαλεπὴ δὲ ψυχῇ ὁδεῦσαι ἐν σώματι οὔσῃ. πρῶτον [μὲν] γὰρ αὐτὴν ἑαυτῇ πολεμῆσαι δεῖ, καὶ [δια]στάσιν μεγάλην ποιῆσαι, καὶ ὑπὸ τοῦ ἑνὸς μέρους ⟨τὰ⟩ πλέω νικηθῆναι. ἑνὸς γὰρ γίγνεται πρὸς δύο ἡ [συ]στάσις, τοῦ μὲν ⟨ἄνω⟩ ϲΠεύΔοντος, τῶν δὲ καθελκόντων κάτω· καὶ ἔρις καὶ μάχη πολλὴ πρὸς ἄλληλα τούτων γίγνεται [τοῦ μὲν φυγεῖν βουλομένου, τῶν δὲ κατασχεῖν σπευδόντων].

ἡ δὲ νίκη ἀμφοτέρων οὐχ ὁμοία· τὸ μὲν γὰρ πρὸς τὸ ἀγαθὸν σπεύδει, τὰ δὲ πρὸς τὰ κακὰ κατοικεῖ· καὶ τὸ μὲν ἐλευθερωθῆναι ποθεῖ, τὰ δὲ τὴν δουλείαν ἀγαπᾷ. κἂν μὲν νικηθῇ τὰ δύο μέρη, μεμένηκεν ⟨ἑφ᾽⟩ ἑαυτῶ⟨ν⟩ Ἠρεμα⟨ῖα⟩ καὶ τοῦ ἄρχοντος ⟨ὑπήκοα⟩· ἐὰν δὲ τὸ ἓν ἡττηθῇ, ὑπὸ τῶν δύο ἄγεται καὶ φέρεται, τιμωρούμενοΝ τῇ ἐνθάδε διαίτῃ.

οὗτός ἐστιν [ὦ τέκνον] ὁ ⟨περὶ⟩ τῆς ἐκεῖσε ὁδοῦ ἀγώΝ[ος]· δεῖ γάρ σε, ὦ τέκνον, πρῶτον [τὸ σῶμα [πρὸ τοῦ τέλους] ἐγκαταλεῖψαι, καὶ] νικῆσαι ⎡τὸν ἐναγώνιον βίον⎤, καὶ νικήσαντα, οὕτως ἀνελθεῖν.