Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨⟨Πρόσεχε, τέκνον Ὧρε· κρυπτῆς γὰρ ἐπακούεις θεωρίας, ἧς ὁ μὲν προπάτωρ Καμῆφις ⟨ἦν ἀρχηγέτης, Ἑρμῆς δὲ⟩ ⟨⟨παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεως⟩⟩ ἔτυχεν ἐπακούσας, ⟨ἐγὼ δὲ⟩ παρὰ Ἑρμοῦ τοῦ [πάντων ἔργων] ὑπομνηματογράφου [[παρὰ τοῦ πάντων προγενεστέρου Καμήφεας], ὁπότ᾽ ἐμὲ καὶ ⎡τῷ τελείῳ μέλανι ἐτίμησε⎤, νῦν δὲ αὐτὸς σὺ παρ᾽ ἐμοῦ.—⟩⟩

ταῦτα εἰποῦσα Ἶ σις ἐγχεῖ π⟨ρ⟩ῶτον Ὥρῳ γλυκύ[ν] τι π[ρ]οτὸν ἀμβροσίας, ὃ αἱ ψυχαὶ λαμβάνειν ἔθος ἔχουσιν ⎡θεῶν⎤, καὶ οὕτως τοῦ ἱερωτάτου λόγου ἄρχεται [Ἶσις].

Ἐπκειμένου, τέκνον Ὧρε, τῇ τῶν ὑπο⟨κάτω⟩ [κειμένων] φύσει πάσῃ τοῦ πολυστέφους οὐρανοῦ, ⎡καὶ κατ᾽ οὐδένα τόπον στερουμένου τινὸς ὧν νῦν ὁ σύμπας ἔχει κόσμος⎤, ἀνάγκη πᾶσα ὑπὸ τῶν ὑπερκειμένων συγκεκοσμῆσθαι καὶ πεπληρῶσθαι φύσιν πᾶσαν τὴν ὑποκειμένην· οὐ γὰρ δήπου δυνατὰ ⟨⟨τὰ κάτω⟩⟩ κοσμῆσαι [[τὰ κάτω]] τὸν ὕπερθεν [δια]κόσμον. ἀνάγκη τοίνυν τοῖς κρείττοσι μυστηρίοις εἴκειν τὰ ἐλάσσονα· κρείσσων δὲ τῶν ὑποκειμένων ἡ τῶν μετεώρων ἐστὶ [δια]τάξις, καὶ τῷ παντὶ ἀσφαλής [τε], καὶ θνητῶν οὐχ ὑποπίπτουσα διανοίᾳ.

ἔνθεν ἐστέναΖοΝ ⎡τὰ κάτω⎤ φόβον ἔχοντεϲ, ⟨...⟩ τὴν περικαλλῆ ⟨...⟩ καὶ εἰς ἀεὶ διαμονὴν τῶν ἐπικειμένων. ⎡ἦν γὰρ ἄξιον θεωρίας ὁμοῦ καὶ ἀγωνίας⎤ ὁρᾶν οὐρανοῦ κάλλος [[θεῷ]] ⟨ἡλίῳ⟩ καταφωτιζομένοΥ [[τῷ ἔτι ἀγνώστῳ]], ⟨παρα⟩πλΗσίαν τε νυκτὸς σεμνότητα, ἐλάττονι μὲν ἡλίου ὀξεῖ δὲ πΥρφορουμένηϲ φωτί, τῶν [τε] ἄλλων κατὰ μέρος κινουμένων ἐν οὐρανῷ μυστηρίων τακταῖς [[χρόνων]] κινήσεσι καὶ ⟨⟨χρόνων⟩⟩ περιόδοις, διά ⟨τέ⟩ τινων κρυπτῶν ἀπορροιῶν τὰ κάτω συγκοσμούντων καὶ συναυξόντων. καὶ οὕτως ⟨ἐγένοντο⟩ φόβοι μὲν ἐπάλληλοι, ζητήσεις Δὲ ἄλΗκτοι.

καὶ ἔως ⟨μὲν⟩ ὁ τῶν συμπάντων οὐκ ἐβούλετο τεχνίτης ⟨γνωσθῆναι⟩, ἀγνωσία κατεῖχε τὰ ξύμπαντα· ὅτε δὲ ἔκρινεν αὑτὸν ὅστις ἐστὶ δηλῶσαι, ἔρωτα[ς] ἐνεφ[ο]ύσΗσε θε⟨ί⟩οις ⟨τισὶν ἀνθρώποις⟩, καὶ αὐΓὴν ἧ⟨ς⟩ εἶχον ἐν στέρνοις πλείονα ταῖς τούτων ἐχαρίσατο διανοίαις, ἵνα ⟨⟨θεὸΝ⟩⟩ ⟨⟨τόΝ ἔτι ἄγνωστοΝ⟩⟩ πρῶτον μὲν ζητεῖν θελήσωσιν, εἶτα ⟨δὲ καὶ⟩ [ἐπιθυμήσωσιν] εὑρεῖν [εἶτα καὶ κατορθῶσαι] δυνηθῶσι.

τοῦτο δ᾽ [ἄν], ὦ τέκνον ἀξιοθαύμαστον Ὧρε, οὐκ ἂν ⟨ἦν⟩ ἐπὶ θνητ῀ιΗ σπορᾷ, ⟨εἰ μὴ⟩ ἐγεγόνει [οὐδὲ γὰρ ἦν οὐδέπω] ψυχὴ[ς δὲ τὴν] συμπάθειαν ἔχουσα[ς] τοῖς οὐρανοῦ μυστηρίοις. τ⟨οι⟩οῦτο⟨ς⟩ δὲ ἦν ὁ πάντα ⟨γ⟩νοὺς Ἑρμῆς· ὃς καὶ εἶδε τὰ σύμπαντα, καὶ ἰδὼν κατενόησε, καὶ κατανοήσας ἴσχυσε δηλῶσαι [τε καὶ δεῖξαι]. ⟨...·⟩ καὶ γὰρ ἃ ἐνόησεν ἐχάραξε, καὶ χαράξας ἔκρυψε⟨ν⟩ ⟨⟨ἀσφαλῶς⟩⟩, τὰ πλεῖστα σιγήσας [[ἀσφαλῶς]] [ἢ λαλήσας], ἵνα ζητῇ ταῦτα πᾶς αἰὼν ὁ μεταγενέστερος κόσμου.

καὶ οὗτος ⟨μέν⟩, τοὺς συγγενεῖς θεοὺς δορυφορεῖν ⟨προσταχθείς⟩, ἀνέβαινεν εἰς ἄστρα· ἀλλ᾽ ἦν αὐτῷ διάδοχος ὁ Τάτ, υἱὸς ὁμοῦ ⟨⟨τούτοΥ⟩⟩ καὶ παραλήπτωρ τῶν μαθημάτων [[τούτων]], οὐκ εἰς μακρὰν δὲ καὶ Ἀσκληπιὸς ὁ ⟨καὶ⟩ Ἰμούθης, ὁ Π⟨τ⟩ανὸς ⟨τοῦ⟩ καὶ Ἡφαίστου [βουλαῖς], ἄλλοι τε ὅσοι ⟨τὰ⟩ τῆς οὐρανίου θεωρίας π⟨λε⟩ίστῌ ἀκριβείᾳ ἔμελλον

βουλομένης τῆς πάντων βασιλίδος ἱστορῆσαι προνοίας. 

Ἑρμῆς μὲν οὖν ⎡ἀπελογεῖτο τῷ περιέχοντι ὡς⎤ οὐδὲ τῷ παιδὶ παρέδωκεν ὁλοτελῆ ⟨τὴν⟩ θεωρίαν, διὰ τὸ ἔτι τῆς ἡλικίας Νεοειδές. ⟨εἶπε δὲ οὕτως·⟩ Ἐγὼ δΗ [τῆς ἀνατολῆς γενόμενος] τοῖς πάντα βλέπουσιν ὀφθαλμοῖς ⟨τοῦ νοῦ⟩ τὰ τῆς ⎡ἀνατολῆς⎤ ⟨ἐ⟩θεώρησα[ι τι] ἀειδ῀Η· καὶ ἐπισκοποῦντί ⟨μοι⟩ βραδέως μέν, ἀλλ᾽ οὖν ἦλθεν ἡ ἀκριβὴς [δια]γνῶσις. ⟨... χρή με⟩ πλησίον τῶν Ὀσίριδος κρυφίων ἀποθέσθαι τὰ ἱερὰ τῶν κοσμικῶν στοιχείων σύμβολα, ἐπικατευξάμενον δὲ [καὶ τοὺς λόγους τούσδε εἰπόντα[ς]] εἰς οὐρανὸν ἀπελθε⟨ῖ⟩ν.

ἀλλ᾽ οὐ καθῆκον ἀτελῆ τὴν ἀπαγγελίαν, ὦ τέκνον, ταύτην με[ν] καταλεῖψαι, εἰπεῖν δ᾽ ὅσα τὰς βίβλους κατατιθέμενος ἐξεῖπε[ι]ν Ἑρμῆς. [ἐξ]εἶπε γὰρ οὕτως· Ὦ ἱεραὶ βίβλοι, τῶν [α]φθαρτῶν ⎡αἳ τετεύχαταί⎤ μου χειρῶν, ἃς τῷ τῆς ἀφθαρσίας φαρμάκῳ ⎡χορείας ἐπικματῷ⎤, ἀσαπεῖς πάντας αἰῶνας [καὶ ἄφθαρτοι] διαμείνατε [χρόνους], ἀθεώρητοι καὶ ἀνεύρετοι γιγνόμεναι παντὶ τῷ τὰ Γῆς ταύτης περ⟨ι⟩οδεύειν μέλλοντι πεδία, ἄχρις οὖ γέρων οὐρανὸς συστήματα ὑμῶν ἄξια τεκνώσηται [ἃς ψυχὰς ὁ δημιουργὸς προσηγόρευσε]. τοσαῦτα [εἰπὼν τὰς βίβλους καὶ] τοῖς ἑαυτοῦ κατευξάμενος ἔργοις, ⟨ταῖς ἀ⟩ιδίοις ⟨ἐν⟩τεμενίζεται ζώναις.

⟨...⟩ ⟨⟨[πάλιν] ὁ μόναρχος σύγκλητον τῶν θεῶν ἐποίησε συνέδριον. καὶ οἱ θεοὶ παρῆσαν· καὶ [πάλιν] αὐτὸς [ταῦτα] οὕτως ἐφώνησε, Θεοί λέγων, ὅσοι ⎡τῆς κορυφαίας⎤, ὅσοι καὶ ἀφθάρτου φύσεως τετεύχατε, οἳ τὸν μέγαν αἰῶνα διέπειν ἐς ἀεὶ κεκλήρωσθε, οἳ [ς αὐτὰ] ἑαυτοῖς ἀντιπαραδιδόντε⟨ς⟩ οὐδέποτε κοπιάσετ⟨ε⟩ τὰ σύμπαντα, μέχρι πότε [[τῆς]] ἀνεπίγναωστοι ταύτης δεσπόσομεν ⟨⟨τῆς⟩⟩ ἡγεμονίας; μέχρι πότε [ἀθεώρητα γενήσεται ταῦτα ἡλίῳ καὶ σελήνῃ] [[ἕκαστος ἡμῶν ἐφ᾽ ἑαυτῷ γεννάτω]] ⟨⟨ἀργὴν⟩⟩ ⟨κ⟩αταλείψομεν [τῷ δύνασθαι] τὴν [ἔτι] [[ἀργὴν]] σύστασιν ταύτην; ἄπιστος τοῖς μεταγενεστέροις μῦθος δῊ δοξάτω ⟨τὸ⟩ χάος εἶναι. ἔργων ἅπτεσθε

μεγάλων. ⟨⟨ἕκαστος Ὑμῶν ἐφ’ ἑαυτῷ ⟨τι⟩ γεννάτω·⟩⟩ ἐγὼ δ᾽ αὐτὸς ἄρξομαι πρῶτος. εἶπε, καὶ εὐθέως [κοσμικῶς] τῆς ἔτι ⎡μελαίνης⎤ ἑνώσεως διάστασις ἐγένετο· καὶ⟩⟩ ⟨....⟩

⟨⟨καὶ ⟨μετὰ⟩ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας ⟨ἔ⟩φνησεν· Ἔστω πεπληρώμενος ὁ οὐρανὸς ἄ⟨σ⟩τρασιν ⟨...⟩ [ἀήρ τε καὶ αἰθήρ]. εἶπεν ὁ θεός, καὶ ἦν.⟩⟩ ⟨...⟩

ἱκανὸΝ δὲ τὸΝ μέσοΝ ἤργει χρόνοΝ [ἐκέκρυπτο] [[καὶ]] ἡ ⟨τῶν ὑποκειμένων⟩ φύσις, ὦ τέκνον, ⟨⟨καὶ⟩⟩ ἐτύγχανε στεῖρα, ἕως αὐτοὶ οἱ ἤδη περιπολεῖν τὸν οὐρανὸν κελευσθέντες ⟨⟨θεοί⟩⟩, τῷ πάντων [[θεῷ]] βασιλεῖ προσελθόντες, τὴν τῶν ⟨κάτω⟩ ὄντων ἡσυχίαν ἀπήγγειλαν, καὶ ὅτι δέον ἐστὶ συγκοσμηθῆναι ⟨καὶ ταῦ⟩τα [σύμπαντα] [[καὶ τοῦτο οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ]]· καὶ Δεόμεθά σου ἔλεγον τὰ νῦν ὄντα καὶ [ὧν] ὕστερον ⟨ἐσόμενα τίνος⟩ ἔχει χρείαν διασκέψασ⟨θαι⟩. ⟨⟨καὶ ⟨γὰρ⟩ τοῦτο οὐχ ἑτέρου τινός ἐστιν ἔργον ἢ αὐτοῦ⟩⟩ ⟨σοῦ⟩.

ταῦτα εἰπόντων ἐμειδίασεν ὁ θεός, καὶ εἶπε Φύσιν εἶναι. καὶ θῆλυ πάγκαλον χρῆμα ἐκ τῆς φωνῆς αὐτοῦ προῆλθεν, ὃ καὶ θεωρήσαντες οἱ θεοὶ κατεπλάγησαν· καὶ ταύτην Φύσεως ⟨ὀ⟩Νόματι ἐτίμησεν ὁ θεὸς ὁ προπάτωρ. ⟨⟨καὶ τῇ [Εὑρέσει] ⟨Φύσει⟩ τὸ[υ] τῶν [τὸ] κάτω πάΝτων ἐχαρίσατο ἡγεμονικόν,⟩⟩ καὶ ταύτηΝ προσέταξεν εἶναι ⟨... σπερμάτων⟩ γεννητικήν.

[[καὶ ταῦτα ἔτι εἰς τὸ περιέχον ἀτενίσας φώνησεν· Ἔστω πεπληρωμένος ὁ οὐρανὸς ἅπασιν ἀήρ τε καὶ αἰθήρ. εἶπεν ὁ θεὸς καὶ ἦν.]]

ἡ δὲ Φύσις ἑαυτῇ λαλήσασα ἔγνω ὡς μὴ δέον αὐτήν ἐστι παρακοῦσαι τῆς τοῦ πατρὸς ἐντολῆς· καὶ ⟨...⟩.

[καλὴν Πόνῳ συνελθοῦσα[ν] θυγατέρα ἐποίησεν, ἣν Εὕρεσιν ἐκάλεσε.]

[τῇ δὲ ὁ θεὸς ἐχαρίσατο ⎡εἶναι⎤, καὶ χαρισάμενος.]

[διέκρινε τὰ ἤδη γεγονότα, καὶ ἐπλήρωσεν αὐτὰ μυστηρίων.]

[[καὶ τῇ Εὑρέσει τούτων τὸ κατὰ τούτων ἐχαρίσατο ἡγεμονικόν.]]

⟨⟨πληρώσας δὲ τὰς [ι] σε⟨βα⟩στὰς [ιας] χεῖρας τῷ ⎡περιέχοντι⎤ τῶν ἐκ τῆς Φύσεως ὑπαρχόντων ⟨σπερμάτων⟩, καὶ τὰς

δράκας καρτερῶς σφίγξας, Λάβε εἶπεν, ὦ ἱερὰ γῆ, λάβε, πάντιμε, [καὶ] ⟨ἡ⟩ εἶναι γεννήτειρα μέλλουσα πάντων, καὶ μηδενὸ⟨ς⟩ ἐντεῦθεν λείπεσθαι δόκει. εἶπεν ὁ θεός, καὶ τὰς χεῖρας [οἵας δῊ θεὸν ⟨εἰκὸς⟩ ἔχειν] ἁπλώσας πάντα ἀφῆκεν [ἐν τῇ τῶν ὄντων συστάσει].⟩⟩ ⟨...⟩

⟨οὕτω δὴ⟩ ⟨⟨ἐφάνη μὲν οὐρανὸς ἄνω συγκεκοσμημένος τοῖς ἑαυτοῦ μυστηρίοις πᾶσι, [κραδαινομένη ἔτι γῆ ἡλίου λάμψαντος ἐπάγη καὶ] ἐφάνη ⟨δὲ καὶ γῆ⟩ πᾶσι τοῖς περὶ αὐτὴν συγκεκοσμημένΗ[ς] καλοῖς. καλὰ γὰρ τῷ θεῷ καὶ τὰ θνητοῖς εἶναι νομιζόμενα φαῦλα, ὅτι δὴ τοῖς τοῦ θεοῦ νόμοις δουλεύειν ἐποιήθη. ἔχαιρε δὲ ὁ θεὸς ὁρῶν ἤδη ἑαυτοῦ τὰ ἔργα κινούμενα.⟩⟩

⟨...⟩ αὐτὸς δ᾽ οὐκέτι βουλόμενος ἀργὸν τὸν ὑπο⟨υ⟩ράνιο⟨ν⟩ κόσμον εἶναι, ἀλλὰ ⎡πνευμάτων⎤ πληρῶσαι δοκιμάσας ⟨καὶ⟩ τοῦτον, ὡς μὴ τὰ κατὰ μέϲοΝ ἀκίνητα [καὶ ἀργὰ] μένῃ, οὕτως εἰς ταῦτα ἤρξατο τεχνιτεία[ι]ς, οὐσ⟨ί⟩αις πρὸς τὴν τοῦ [ἰδίου] ἔργου ⟨ἀπο⟩τέλεσιν χρησάμενος ⟨ἐπιτη⟩Δείαις. πνεῦμα γὰρ ὅσον ἀρκετὸν ἀπὸ τοῦ ἰδίου λαβών, καὶ νοερῷ τοῦτο πυρὶ μίξας, ἀγνώστοις τισὶν ἑτέραις ὕλαις ἐκέρασε· καὶ ταῦτα [ἑκάτερον ἑκατέρῳ] μετά τινων ἐπιφωνήσεων κρυπτῶν ἑνώσας, τὸ πᾶν οὕτως εὖ μάλα διεκί⟨ρ⟩νησε⟨ν⟩ [κρᾶμα], ἕως ἐπεγέλασέ τις ὕλη τῷ μίγματι λεπτοτέρα τε καὶ καθαρωτέρα μᾶλλον [καὶ διαφανεστέρα] ἢ ἐξ ὦν ἐγίνετο· διειδὴς δὲ ἦν αὕτη, ἣν δὴ καὶ μόνος ὁ τεχνίτης ἑώρα.

ἐπειδὴ δὲ ⟨⟨τελεσιουργηθεῖσα⟩⟩ οὔτε [ὡς ἐκ πυρὸς] καιομένη διετήκετο, οὔτε μὴν [ὡς ἐκ πνεύματος] [[τελεσιουργηθεῖσα]] [ε] ψύχει ⟨ἐπήγνυτο⟩, ἀλλά τινα ἰδιογενῆ [καὶ οἰκείαν] εἶχε [τὴν τοῦ κρᾶματος] σύστασιν [ἰδιότυπόν τε καὶ ἰδιοσύγκριτον], ⟨ταύτ⟩ην δὴ [καὶ ἀπὸ τοῦ εὐφημοτέρου ὀνόματος καὶ τῆς καθ᾽ ὁμοιότητα ἐνεργείας] ψύχωσιν ὁ θεὸς ἐκάλεσε⟨ν⟩ [τὴν σύστασιν]. ἐξ οὗ δὴ ἐπιπάγου μυριάδας ψυχῶν ἱκανὰς ἐγενεσιούργησε, τὸ [παρ᾽ αὐτοῦ] τοῦ κράματος ἐπάνθουν πρὸς ὃ θέλει πλάσσων εὐτάκτως

τε καὶ συμμέτρως μετ⟨ὰ⟩ [ἐμπειρίας καὶ] λόγου τοῦ καθήκοντος, ὡς μηδέ τι ⟨...⟩.