Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

⟨ἡ⟩ ψυχὴ τοίνυν οὐσία ἐστὶν ἀσώματος· καὶ ἐν σώματι δὲ οὖσα οὐκ ἐκβαίνει τῆς ἰδίας οὐσιότητος. τυγχάνει γὰρ οὖσα ⎡ἀεικίνητος κατ᾽ οὐσίαν κατὰ νόησιν αὐτοκίνητος⎤, οὐκ ἔν τινι ⎡κινουμένη⎤, οὐ πρός τι, οὐ⟨χ⟩ ἕνεκέν τινος. προτερεῖ γὰρ τῇ δυνάμει, τὸ δὲ πρότερον οὐ δεῖ τῶν ὑστέρων.

⎡τὸ ἔν τινι τοίνυν ἐστὶν⎤ ὁ τόπος καὶ ⟨ὁ⟩ χρόνος ⎡καὶ φύσις⎤· ⎡τὸ δὲ πρός τι ἐστὶν ἁρμονία καὶ εἶδος καὶ σχῆμα·⎤ τὸ δὲ οὗ ἕνεκα ⟨ταῦτα⟩, τὸ σῶμα.

ἕνεκα γὰρ σώματος καὶ χρόνος καὶ τόπος καὶ φυσικ⟨ὴ κίνησις⟩· [ταῦτα δὲ κατὰ συγγενικὴν οἰκειότητα κοινωνεῖ ἀλλήλοις.] [ἐπεὶ τοίνυν τὸ σῶμα ἐδεῖτο τόπου] ἀμήχανον γὰρ [ἦν] συστῆναι σῶμα ἄνευ τόπου, [καὶ μεταβάλλεται φυσικῇ ⟨κινήσει⟩,] ἀδύνατον δὲ μεταβολὴν ⟨σώματος⟩ εἶναι ἄνευ χρόνου καὶ τῆς κατὰ φύσιν κινήσεως. [οὔτε σώματος οἷόν τε σύστασιν εἶναι ἄνευ ἁρμονίας].

ἕνεκα ⎡τοίνυν⎤ τοῦ σώματός ἐστιν ὁ τόπος· παραδεχόμενος γὰρ τὰς τοῦ σώματος μεταβολὰς οὐκ ἐᾷ ἀπόλλυσθαι τὸ μεταβάλλομενον. μεταβαλλόμενον δὲ ⟨τὸ σῶμα⟩ ἀπὸ ἑτέρου εἰς ἕτερον μεταπίπτει, καὶ τῆς μὲν ἕξεως στερίσκεται, τοῦ δὲ εἶναι σῶμα οὐχί [συστατόν]· μεταβληθὲν δὲ εἰς ἕτερον, τὴν τοῦ ἑτέρου ἕξιν ἔχει. ⟨⟨τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται·⟩⟩ τὸ γὰρ σῶμα, ᾗ σῶμα, μένει [σῶμα], ἡ δὲ ποιὰ διάθεσις οὐ μένει. [[τὸ σῶμα τοίνυν κατὰ διάθεσιν μεταβάλλεται.]]

⟨ἕνεκ⟩α σώματος τοίνυν ὁ τόπος καὶ ὁ χρόνος καὶ ἡ φυσικὴ κίνησις.

τυγχάνει δὲ ἕκαστον τούτων τῆς ἰδίας ἰδιότητος· ἰδιότης δὲ [τοῦ] τόπου παραδοχή, χρόνου δὲ διάστημα καὶ ἀριθμός, ⎡φύσεως δὲ κίνησις, [ἁρμονίας δὲ φιλία,] σώματος δὲ μεταβολή.⎤ ἰδιότης δὲ ψυχῆς ἡ κατ᾽ οὐσίαν νοη⟨τὴν κίνη⟩σις.