Fragmenta

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

νῦν δέ, ὦ τέκνον, ⟨ἐν⟩ κεφαλαίοις [τὰ ὄντα] ⟨πάντα⟩ διεξελεύσομαι· νοήσεις γὰρ τὰ λεγόμενα, μεμνημένος ὧν ἤκουσας.

(1) πάντα τὰ [ὄντα] ⟨σώματα⟩ κινεῖται· μόνον τὸ [μὴ ὂν] ⟨ἀσώματον⟩ ἀκίνητον.

(2) πᾶν σῶμα μεταβλητόν· οὐ πᾶν σῶμα διαλυτόν. [ἔνια τῶν σωμάτων διαλυτά.]

(3) ⎡οὐ πᾶν ζῷον θνητόν· οὐ πᾶν ζῷον ἀθάνατον⎤.

(4) τὸ διαλυτὸν φθαρτόν· [[τὸ]] μόνον ⟨⟨τὸ⟩⟩ ἀΔιάλΥτον ἀίδιον.

(5) τὸ ἀεὶ γινόμενον ἀεὶ καὶ φθείρεται, τὸ δὲ ἅπαξ γενόμενον οὐδέποτε φθείρεται [οὐδὲ ἄλλο τι γίνεται].

(6) πρῶτον ὁ θεός, δεύτερον ὁ κόσμος, τρίτον ὁ ἄνθρωπος.

(7) ⎡ὁ κόσμος διὰ τὸν ἄνθρωπον, ὁ δὲ ἄνθρωπος διὰ τὸν θεόν⎤.

[[(8) ψυχῆς τὸ μὲν αἰσθητὸν θνητόν, τὸ δὲ λογικὸν ἀθdνατον.]

(9) [πᾶσα οὐσία ἀθάνατος·] πᾶσα οὐσία μεταβλητή· ⟨οὐ πᾶσα οὐσία φθαρτή.⟩

(10) πᾶν τὸ ὂν κιΝΗτόν· οὐδὲ⟨ν⟩ τῶν ὄντων ἕστηκεν.

(11) οὐ πάντα [ψυχῇ] κινεῖται, πᾶν δὲ ⟨τὸ κινούμεν⟩ον ψυχῇ κινεῖ⟨ται⟩.

⟨⟨(8) ψυχῆς τὸ μὲν αἰσθητ⟨ικ⟩ὸν θνητόν, τὸ δὲ λογικὸν ἀθάνατον.⟩⟩

(12) [πᾶν τὸ πάσχον αἴσθεται·] πᾶν τὸ αἰσθ⟨αν⟩όμενον πάσχει· ⟨μόνος⟩ ⟨⟨ὁ νοῦς ἀπαθής.⟩⟩

(13) πᾶν τὸ λυπούμενον καὶ ἥδεται [ζῷον θνητόν]· οὐ πᾶν τὸ ἡδόμενον λυπεῖται [ζῷον ἀίδιον].

(14) οὐ πᾶν σῶμα νοσεῖ· πᾶν σῶμα νοσοῦν διαλυτόν.

(15) ὁ νοῦς ἐν τῷ θεῷ· [ὁ λογισμὸς ἐν τῷ ἀνθρώπῳ·] ὁ λόγος ἐν τῷ νοΐ. [[ὁ νοῦς ἀπαθής.]]

(16) οὐδ[ε]ὲν σωματι⟨κὸν⟩ ἀληθές· ⟨μόν⟩ον ⟨⟨τὸ⟩⟩ ἀσώματοΝ [[τὸ]] [πᾶν] ἀψευδές.

(17) πᾶν τὸ γενόμενον μεταβλητόν· οὐ πᾶν τὸ γενόμενον φθαρτόν.

(18) οὐδὲν ἀγαθὸν ἐπὶ τῆς γῆς· οὐδὲν κακὸν ἐν τῷ οὐρανῷ.

(19) ὁ θεὸς ἀγαθός· ὁ ἄνθρωπος κακός.

(20) τὸ ἀγαθὸν ἑκούσιον· τὸ κακὸν ἀκούσιον.

(21) οἱ θεοὶ τὰ ἀγαθὰ αἱροῦνται· ⟨οἱ ἄνθρωποι τὰ κακὰ αἱροῦνται⟩ ὡς ἀγαθά.

(22) ⎡ἡ εὐνομία μεγάλη εὐνομία ἡ εὐνομία ὁ νόμος.⎤

(23) ⎡θεῖος χρόνος νόμος ἀνθρώπινος.⎤

(24) ⎡κακία κόσμου τρυφὴ χρόνος ἀνθρώπου φθορά⎤.

(25) πᾶν ⟨τὸ⟩ ἐν οὐρανῷ ἀμετάθετον· πᾶν τὸ ἐπὶ γῆς μεταθετόν.

(26) οὐδὲν ἐν οὐρανῷ δοῦλον· οὐδὲν ἐπὶ γῆς ἐλεύθερον.

(27) οὐδὲν ἄγνωστον ἐν οὐρανῷ· οὐδὲν γνώριμον ἐπὶ τῆς γῆς.

(28) οὐ κοινωνεῖ ⟨τὰ ἐν οὐρανῷ τοῖς ἐπὶ γῆς· κοινωνεῖ⟩ τὰ ἐπὶ γῆς τοῖς ἐν οὐρανῷ.

(29) πάντα τὰ ἐν οὐρανῷ ἄμωμα· πάντα τὰ ἐπὶ γῆς ἐπίμωμα.

(30) ⎡τὸ ἀθάνατον οὐ θνητόν· τὸ θνητὸν οὐκ ἀθάνατον.⎤

(31) τὸ σπαρὲν οὐ πάντως [γ]θνητόν, τὸ δὲ [γ]θνητὸν πάντως καὶ σπαρέν.

(32) διαλυτοῦ σώματος δύο χρόνοι, ὁ ⎡ἀπὸ τῆς σπορᾶς μέχρι τῆς γενέσεως⎤ καὶ ὁ ⎡ἀπὸ τῆς γενέσεως μέχρι τοῦ θανάτου⎤· [τοῦ] ἀιδίου σώματος χρόνος ⎡ἐκ τῆς γενέσεως⎤ μόνος.

(33) τὰ διαλυτὰ σώματα αὔξεται καὶ μειοῦται· ⟨τὰ ἀίδα σώματα...⟩.

(34) ἡ διαλυτὴ ⎡ὕλη⎤ εἰς τὰ ἐναντία ἐναλλοιοῦται [φθορὰν καὶ γένεσιν], ἡ δὲ ἀίδιος [ἢ εἰς αὐτὴν ἢ] εἰς τὰ ὅμοια.

(35) γένεσις [ἀνθρώπου] φθορᾶ⟨ς⟩, φθορὰ [ἀνθρώπου] γενέσεως ἀρχή.

(36) τὸ ἀπογιγνόμενον ⟨καὶ ἐπιγίγνεται· τὸ ἐπιγιγνόμενον⟩ καὶ ἀπογίγνεται.

(37) τῶν ὄντων τὰ μὲν [ἐν] σώματά ἐϲτι, τὰ δὲ [ἐν] ἰδέαι[ς], τὰ δὲ ἐνέργειαι[ς]· [σῶμα δὲ] [ἐν ἰδίαις] ἰδέα δὲ καὶ ἐνέργεια, ⟨ἀσώματα ὄντα,⟩ ἐν σώματί ἐστι.

(38) τὸ ἀθάνατον οὐ μετέχει τοῦ θνητοῦ, τὸ δὲ θνητὸν τοῦ ἀθανάτου μετέχει.

(39) τὸ μὲν θνητὸν εἰς ἀθάνατον σῶμα οὐκ ἔρχεται, τὸ δὲ ἀθάνατον εἰς θνητὸν ⟨σῶμα⟩ παραγίνεται.

(40) αἱ ἐνέργειαι οὐκ εἰσὶν ἀνωφερεῖς, ἀλλὰ κατωφερεῖς.

(41) οὐδὲν ὠφελεῖτα⟨ι⟩ [[ἐπὶ γῆς]] τὰ ἐν οὐρανῷ ⟨ἀπὸ τῶν⟩ ⟨⟨ἐπὶ γῆς⟩⟩· πάντα ὠφελεῖ⟨ται⟩ τὰ ἐπὶ γῆς ⟨ἀπὸ⟩ τῶ⟨ν⟩ ἐν οὐρανῷ.

(42) ὁ οὐρανὸς σωμάτων ἀιδίων δεκτικός· ἡ γῇ σωμάτων φθαρτῶν δεκτική.

(43) ἡ γῆ ἄλογος· ὁ οὐρανὸς λοΓ⟨ικ⟩ός.

(44) ⎡τὰ ἐν οὐρανῷ ὑπόκειται· τὰ ἐπὶ γῆς τῇ γῇ ἐπίκειται.⎤

(45) ὁ οὐρανὸς πρῶτον ⟨τῶν⟩ στοιχείων· ἡ γῆ ὕστατον ⟨τῶν⟩ στοιχείων.

(46) πρόνοια θεία τάξις· ἀνάγκη προνοίᾳ ὑπηρέτις.

(47) τύχη φορὰ ⟨ἄτακτος⟩· [ἀτάκτου ἐνεργείας ⟨προσηγορίαι⟩·] ⟨...⟩. [⎡εἴδωλον δόξα ψευδής⎤.]

(48) τί θεός; ἄτρεπτον, ἀγαθόν. τί ἄνθρωπος; [ἀ]τρεπτόν, κακόν.