Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ἐπειδὴ οὖν εἰς βασιλέας αὐτῷ μάλιστα τὰ τῆς λύρας ἐνήρμοσται, καὶ τῶν ἐγκωμίων τὸν τόνον ἔχει, [καὶ τὸν σκοπὸν εἰς βασιλικοὺς ἐπαίνους,] διήγειρε πρῶτον ἑαυτὸν εἰς τὸν ὕπατον βασιλέα τῶν ὅλων [ἀγαθὸν θεόν], καὶ [ὑψόθεν ἀρξάμενος τῆς ᾠδῆς] δευτέρᾳ τάξει πρὸς τοὺς κατ᾽ εἰκόνα ἐκείι ου τὴν σκηπτουχίαν ἔχοντας καταβαίνει· ἐπειδὴ καὶ αὐτοῖς τοῖς βασιλεῦσι φίλον τὸ ὕψοθεν κατὰ βαθμὸν τὰ τῆς ᾠδῆς καθήκειν, καὶ ὅθενπερ αὐτοῖς τὰ τῆς νίκης πεπρυτάνευται, ἐκεῖθεν καὶ τὰ τῶν ⎡ἐλπίδων⎤ κατ᾽ ἀκολουθίαν παράγεσθαι.