Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
ἀλλὰ δὴ ὁρῷ τινα τῶν τεχνιτῶν [καὶ χωρὶς τῆς κατὰ λύραν ἐνεργείας], εἴ ποτε πρὸς μεγαλοφυῆ ὑπόθεσιν εἴη παρεσκευασμένος, [ὥσπερ αὐτῷ πολλάκις ὀργάνῳ κεχρημένον] [καὶ τὴν τῆς νευρᾶς θεραπείαν] ⟨τὴν λύραν⟩ δι᾽ ἀπορρήτων ἐναρμοσάμενον, ὡς ἂν τὸ χρειῶδες εἰς τὸ μεγαλοπρεπὲς θεμένοΥ οἱ ἀκροαταὶ ὑπερεκπλήττοιντο. [λέγεται μὲν δὴ ⟨ὡς⟩ καί τινος τεχνίτου κιθαρῳδίαν διαγωνιζομένου, τῆς νευρᾶς ῥαγείσης, ὑπὸ τοῦ κρείττονος] λέγεται μὲν δή τινα κιθαρπόν, τὸν τῆς μουσουργίας ἔφορον θεὸν ἔχοντα εὐμενῆ, ἐπειδὴ ἐναγώνιον τὴν κιθαρῳδίαν ποιουμένῳ [ἡ] νευρὰ ῥαγεῖσα πρὸς ἐμπόδιον τῆς ἀθλήσεως αὐτῷ γεγένηται, ⟨...⟩ [τὸ παρὰ τοῦ κρείττονος εὐμενὲς ⟨...⟩ τὴν νευρὰν ἀνεπλήρωσεν αὐτῷ, κοίτης εὐδοκιμήσεως πάρεσχε τὴν χάριν.] ἀΝτὶ μὲν γὰρ τῆς νευρᾶς αὐτῷ τέττιγα κατὰ πρόνοιαν τοῦ κρείττονος ἐφιζάνοντα ἀναπληροῦν τὸ μέλος, [καὶ τῆς νευρᾶς φυλάττειν τὴν χώραν,] τὸν κιθαρῳδὸν δὲ [τῇ τῆς νευρᾶς ἰάσει] τῆς λύπης παυσάμενον
τῆς νίκης ἐσχηκέναι τὴν εὐδοκίμησιν.