Περὶ τῆς ὑπὸ τοῦ πάθους τοῦ σώματος ἐμποδιζομένης ψυχῆς
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
[περὶ εὐφημίας τοῦ κρείττονος, καὶ ἐγκώμιον βασιλέως.]
ἀλλὰ σπεύδει ὁ ⎡λόγος⎤ εἰς τὰς ἀρχὰς καταλῦσαι τὸ τέρμα, καὶ εἰς εὐφημίαν τοῦ κρείττονος [ἔπειτα δὲ καὶ τῶν
θειοτάτων βασιλέων τῶν εἰρήνην ἡμῖν βραβευ όντων] περατῶσαι τὸν λόγον. [ὥσπερ γὰρ ἐκ τοῦ κρείττονος [καὶ τῆς ἄνω δυνάμεως] ἠρξάμεθα, οὕτως εἰς αὐτὸ πάλιν τὸ κρεῖττον ἀντανακλάσομεν τὸ πέρας.] καὶ ⟨γὰρ⟩ ὥσπερ ὁ ἥλιος, τρόφιμος ὢν πάντων τῶν βλαστημάτων, αὐτὸς [πρῶτος ἀνασχὼν] τῶν καρπῶν τὰς ἀπαρχὰς καρποῦται, χερσὶ μεγίσταις [ὥσπερ] [εἰς ἀπόδρεψιν τῶν καρπῶν χρώμενος] ταῖς ἀκτῖσι [καὶ χεῖρες αὐτῷ αἱ ἀκτῖνες] τὰ τῶν φυτῶν ἀμβροσιωδέστατα [πρῶτον] ἀποδρεπόμει οϲ, οὕτω δὴ καὶ ἡμῖν, [ἀπὸ τοῦ κρείττονος ἀρξαμένοις καὶ] τῆς ἐκείνου σοφίας τὴν ἀπόρροιαν δεξαμένοις [καὶ ταύτην] εἰς τὰ [ἡμέτερα] τῶν ψυχῶν [ὑπερ]οὐράνια φυτά, καταχρωμένοις πάλιν εἰς αὐτὸ⟨ν⟩ [γυμναστέον τὰ τῆς εὐφημίας] [ἧς αὐτὸς ἡμῖν ἐπομβρήσει] τὴν βλάστην ἅπασαν ⟨...⟩.