Dialogus (sine titulo)

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

εἰ δὲ νοεῖς, ἔστιν, ὦ βασιλεῦ, καὶ σωμάτων ⟨εἴδωλα⟩ ἀσώματα. —Ποῖα; ἔφη ὁ βασιλεύς.—Τὰ ἐν τοῖς ἐσόπτροις φαινόμενα [σώματα] οὐ δοκεῖ σοι ἀσώματα εἶναι;—Οὕτως ἔχει, ὦ Τάτ, [θείως νοεῖς,] ὁ βασιλεὺς εἶπεν.—Ἔστι δὲ καὶ ἀσώματα ἄλλα· οἷον αἱ ἰδέαι οὐ δοκ῀Υϲί σοι ἀσώματοι εἶναι, ὅ[υ]σαι ἐν σώμαϲι φαίνοΝΤαι οὐ μόνον τῶν ἐμψύχων, ἀλλὰ καὶ τῶν ἀψύχων;—Εὖ λέγεις, ὦ Τάτ.—⟨. . .,⟩ οὕτως ἀντανακλάσεις εἰσὶ τῶν ἀσωμάτων πρὸς τὰ σώματα, [καὶ τῶν σωμάτων πρὸς τὰ ἀσώματα, τουτέστι τοῦ αἰσθητοῦ πρὸς τὸν νοητὸν κόσμον,] καὶ τοῦ νοητοῦ ⟨κόσμου⟩ πρὸς τὸν αἰσθητόν. διὸ προσκύνει τὰ ἀγάλματα, ὦ βασιλεῦ, ὡς καὶ αὐτὰ ἰδέας ἔχοντα ἀπὸ τοῦ [αἰσθητοῦ] ⟨νοητοῦ⟩ κόσμου.

ὁ οὖν βασιλεὺς ἐξαναστὰς ἔφη· Ὥρα ἐστίν, ὦ προφῆτα, περὶ τὴν τῶν ξένων ἐπιμέλειαν γενέσθαι· τῇ δὲ ἐπιούσῃ περὶ τῶν ἑξῆς θεολογήσομεν.