Ὅροι Ἀσκληπιοῦ πρὸς Ἄμμωνα βασιλέα

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

αὕτη ἡ θεῶν καὶ δαιμόνων στρατιά. ⟨πάν⟩τα δὲ ὁ θεὸς ποιεῖ διὰ τούτων ἑαυτῷ, καὶ μόρια τοῦ θεοῦ πάντα ἐστίν· εἰ δὲ πάντα μόρια, πάντα ἄρα ὁ θεός. πάντα οὖν ποιῶν ἑαυτὸν ποιεῖ· καὶ οὐκ ἄν ποτε παύσαιτο ⟨ποιῶν⟩, ἐπεὶ καὶ αὐτὸς ἄπαυστος. [καὶ ὥσπερ ὁ θεὸς οὐ τέλος ἔχει, οὕτως οὐδὲ ἡ ποίησις αὐτοῦ [ἀρχὴν ἢ] τέλος ἔχει].