Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨. . . δεῖ⟩ καθᾶραι σεαυτὸν ἀπὸ τῶν ἀλόγων τῆς ὕλης τιμωριῶν.—Τιμωροὺς γὰρ ἐν ἐμαυτῷ ἔχω, ὦ πάτερ;—Οὐκ ὀλίγους, ὦ τέκνον, ἀλλὰ καὶ φοβεροὺς καὶ πολλούς.—Ἀγνοῶ, ὦ πάτερ.—Μία αὕτη, ὦ τέκνον, τιμωρία, ἡ ἄγνοια.
δευτέρα λύπη·
τρίτη ἀκρασία·
τετάρτη ἐπιθυμία·
πέμπτη ἀδικία·
ἕκτη πλεονεξία·
ἑβδόμη ἀπάτη·
ὀγδόη φθόνος·
ἐνάτη δόλος·
δεκάτη ὀργή·
ἑνδεκάτη προπέτεια·
δωδεκάτη κακία.
εἰσὶ δὲ καὶ
αὗται τὸν ἀριθμὸν δώδεκα, ὑπὸ δὲ ταύταις
πλείονες ἄλλαι, ὦ τέκνον, ⟨αἳ⟩ διὰ τ῀Ηϲ [[το δεσμωτηρίου τοῦ σώματος]] αἰσθήϲεως πάσχειν ἀναγκάζουσι τὸν ἐν ⟨⟨τῷ δεσμωτηρίῳ τοῦ σώματος⟩⟩ δεΔε⟨μ⟩έΝον ἄνθρωπον. ἀφίστανται δὲ αὗται [οὐκ] ἀθρόως ἀπὸ τοῦ ἐλεηθέντος ὑπὸ τοῦ θεοῦ, καὶ οὕτω συνίσταται ὁ ⟨⟨λόγος⟩⟩. ⟨οὗτος ὁ⟩ τῆς παλιγγενεσίας τρόπος [καὶ] [[λόγος]].
λοιπὸν σιώπησον, ὦ τέκνον, καὶ εὐφήμησον· ⎡καὶ διὰ τοῦτο οὐ καταπαύσει⎤ τὸ ἔλεος εἰς ἡμᾶς ἀπὸ τοῦ θεοῦ.
χαῖρε λοιπόν, ὦ τέκνον, ἀνακαθαιρόμενος ταῖς τοῦ θεοῦ δυνάμεσιν· ⟨πάρεισι γὰρ⟩ εἰς συνάρθρωσιν τοῦ λόγου. ἦλθεν ἡμῖν γνῶσις θεοῦ· ταύτης ἐλθούσης, ὦ τέκνον, ἐξηλάθη ἡ ἄγνοια.
ἦλθεν ἡμῖν [γνῶσις] χαρά[ς]· παραγενομένης ταύτης, ὦ τέκνον, ἡ λύπη φεύξεται εἰς τοὺς χωροῦντας αὐτήν.