Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Νῦν τὸ λοιπόν, ὦ πάτερ, εἰς ἀφασίαν με ἠνέγκας. [[τῶν πρὶν ἀπολειφθεὶς φρενῶν]]. τὸ γὰρ μέγεθος βλέπω τὸ σὸν τὸ αὐτό, ὦ πάτερ, σὺν τῷ χαρακτῆρι.—Καὶ ἐν
τούτῳ ψεύδῃ· τὸ γὰρ θνητὸν εἶδος καθ᾽ ἡμέραν ἀλλάσσεται· χρόνῳ γὰρ τρέπεται εἰς αὔξησιν καὶ μείωσιν, ὡς ψεῦδος ⟨ὄν⟩.