Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ὁ σὸς ἄνθρωπος ταῦτα βοᾷ [διὰ πυρός, δι᾽ ἀέρος, διὰ γῆς, διὰ

ὕδατος,] [διὰ πνεύματος,] διὰ τῶν κτισμάτων σοῦ,

ἀπὸ τοῦ αἰῶνος ⟨τὴν⟩ εὐλογίαν εὑρών.

[καὶ] ὃ ζητῶ ⟨⟨εἶδον⟩⟩·

βουλῇ τῇ σῇ ἀναπέπαυμαι [[εἶδον]]·

θελήματι τῷ σῷ ⟨ἀνεγεννήθην⟩.—