Πρὸς τὸν υἱὸν Τὰτ ἐν ὄρει λόγος ἀπόκρυφος περὶ παλιγγενεσίας καὶ σιγῆς ἐπαγγελίας
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
Εἰπέ μοι, ὦ πάτερ, τὸ σῶμα τοῦτο τὸ ἐκ δυνάμεων συνεστὸς λύσιν ἕζει ποτέ; —Εὐφήμησον, καὶ μὴ ἀδύνατα φθέγγου, ἐπεὶ [ἁμαρτήσεις καὶ] ἀσεβή⟨σεις. μὴ ἐσβέσ⟩θη [σεται] σου ὁ ὀφθαλμὸς τοῦ νοῦ; τὸ αἰσθητὸν τῆς φύσεως σῶμα πόρρωθέν ἐστι [τῆς] ⟨τοῦ⟩ οὐσιώδους [γενέσεως]· τὸ μὲν γάρ ἐστι διαλυτόν, τὸ δὲ ἀδιάλυτον, καὶ τὸ μὲν θνητόν, τὸ δὲ ἀθάνατον. ἀγνοεῖς ὅτι θεὸς πέφυκας καὶ τοῦ ἑνὸς παῖς, ὃ κάγώ;—