Περὶ νοῦ κοινοῦ πρὸς Τάτ
Hermetica
Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).
⟨...⟩ [ὁ δὲ θεὸς καὶ περὶ πάντα καὶ διὰ πάντων.] ⎡ἐνέργεια γάρ ἐστι δύναμις.⎤ καὶ οὐδὲν δύσκολόν ἐστι νοῆσαι τὸν θεόν, ὦ τέκνον, εἰ δὲ θέλεις, [[αὑτὸν]] καὶ θεωαρῆσαι ⟨⟨αὐτόν⟩⟩.
ἴδε τὴν τάξιν τοῦ κόσμου [καὶ τὴν εὐκοσμίαν τῆς τάξεως]· ἴδε τὴν ἀνάγκην τῶν φαινομένων, καὶ τὴν πρόνοιαν τῶν γεγονότων τε καὶ γινομένων· ἴδε τὴν ὕλην πληρεστάτην οὖσαν ζωῆς· ⟨ἴδε⟩ τὸν τηλικοῦτον θεὸν κινούμενον μετὰ πάντων ⟨τῶν ἐνόντων⟩ [ἀγαθῶν καὶ καλῶν] [θεῶν τε καὶ δαιμόνων καὶ ἀνθρώπων].—Ἀλλ᾽ αὗται, ὦ πάτερ, ἐνέργειαι ὅλως εἰσίν.—Εἰ οὖν ἐνέργειαί [ὅλως] εἰσιν, ὦ τέκνον, ὑπὸ τίνος [οὖν] ἐνεργοῦνται [ὑπὸ] ἄλλου ⟨ἢ τοῦ⟩ θεοῦ; ἢ ἀγνοεῖς ὅτι ὥσπερ τοῦ κόσμου μέρη εἰσὶν οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ ἀήρ, τὸν αὐτὸν τρόπον μέρη ἐστὶ ⟨τοῦ⟩ θεοῦ [ζωὴ καὶ ἀθανασία καὶ] εἱμα⟨ρμένη⟩ καὶ ἀνάγκη καὶ πρόνοια καὶ φύσις [καὶ ψυχὴ καὶ νοῦς]; [καὶ τούτων πάντων ἡ διαμονὴ] [τὸ λεγόμενον ἀγαθόν.] καὶ οὐκ [ἔτι] ἔστι τι τῶν γινομένων ἢ τῶν γεγονότων ὅπου οὐκ ἔστιν ὁ θεός.