Περὶ νοῦ κοινοῦ πρὸς Τάτ

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ὁ δὲ σύμπας κόσμος οὗτος, ὁ μέγας θεός, καὶ τοῦ μείζονος εἰκών, καὶ ἡνωμένος ἐκείνῳ, καὶ σώζων τὴν τάξιν κατ⟨ὰ τὴν⟩ βούλησιν τοῦ πατρός, πλήρωμά ἐστι τῆς ζωῆς· καὶ οὐδέν ἐστιν ἐν τούτῳ, διὰ παντὸς τοῦ αἰῶνος ⟨⟨ἀπὸ⟩⟩ τῆς πρώΤΗς [[ἀπο]]καταστάσεως, οὔτε τοῦ παντὸς οὔτε τῶν κατὰ μέρος, ὃ οὐχὶ ζῇ. νεκρὸν γὰρ οὐδὲ ἓν οὔτε γέγονεν οὔτε ἐστὶν οὔτε ἔσται ἐν ⟨τῷ⟩ κόσμῳ. ζῷον γὰρ ἠθέλησεν ὁ πατὴρ αὐτὸ⟨ν⟩ εἶναι ἔστ᾽ ἂν συνεστήκῌ·

διὸ καὶ θεὸν εἶναι ἀνάγκη. πῶς ἂν οὖν δύναιτο, ὦ τέκνον, ἐν τῷ θεῷ, ἐν τῇ τοῦ πατρὸς εἰκόνι, ἐν τῷ τῆς ζωῆς πληρώματι, νεκρὰ εἶναι; ἡ γὰρ νεκρότης φθορά ἐστιν, ἡ δὲ φθορὰ ἀπώλεια. πῶς οὖν μέρος τι δύναται φθαρῆναι τοῦ ἀφθάρτου, ἢ ἀπολέσ⟨θ⟩αι τι τοῦ θεοῦ;—Οὐκ ἀποθνήσκει οὖν, ὦ πάτερ, τὰ ἐν αὐτῷ ζῷα, ὄντα αὐτοῦ μέρη; —Εὐφήμησον, ὦ τέκνον, πλανώμενος τῇ προσηγορίᾳ τοῦ γινομένον. οὐ γὰρ ἀποθνήσκει, ὦ τέκνον, ἀλλ᾽ ὡς σύνθετα σώματα διαλύεται. ἡ δὲ διάλυσις οὐ θάνατός ἐστιν, ἀλλὰ

κράματος ⎡διάλυσις⎤· διαλύεται δὲ οὐχ ἵν᾽ ἀπόληται, ἀλλ᾽ ἵνα νέα γένηται. ἐπεὶ τίς τῆς ζωῆς ἐστιν ἡ ἐνέργεια; οὐχὶ κίνησις; τί οὖν ἐν τῷ κόσμῳ ἀκίνητον; οὐδέν, ὦ τέκνον.—