Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

[ἐν] διαφόρων γὰρ καὶ πολλῶν οὐσῶν τῶν κινήσεων, καὶ τῶν σωμάτων οὐχ ὁμοίων, μιᾶς δὲ κατὰ πάντων τάξεως τετα[γ]μένης, ἀδύνατον δύο ἢ πλείους ποιητὰς εἶναι. μία γὰρ ἐπὶ πολλῶν οὐ τηρεῖται τάξις· ζῆλος δὲ τοῖς πολλοῖς παρέψεται, ⟨. . .⟩ τοῦ κρείττονος, καὶ ἐριοῦσι. καὶ

  • εἰ ἕτερος ἦν ὁ ποιητὴς τῶν μεταβλητῶν [ζῴων] καὶ θνητῶν, ἐπεθύμησεν ἂν καὶ ἀθανάτους ποιῆσαι, ὥσπερ καὶ ὁ τῶν ἀθανάτων θνητούς. φέρε δέ, εἰ καὶ δύο εἰσί, μιᾶς οὔσης τῆς ὕλης καὶ μιᾶς τῆς ψυχῆς, παρὰ τίνι [ἂν] αὐτῶν ἡ χορηγία [τῆς ποιήσεως]; εἰ δὲ καὶ παρὰ ἀμφοτέροις, παρὰ τίνι τὸ
  • πλεῖον μέρος;