Νοῦ πρὸς Ἑρμῆν

Hermetica

Hermetica. The Ancient Greek and Latin Writings which Contain Religious or Philosophic Teachings Ascribed to Hermes Trismegistus, Vol. I. Scott, Walter, editor. Oxford: Oxford University Press, 1924 (printing).

ἴδε καὶ τοὺς ὑποκειμένους ἑπτὰ κόσμους, κεκοσμημένους τάξει αἰωνίῳ, καὶ

δρόμῳ διαφόρῳ τὸν αἰῶνα ἀναπληροῦντας. φωτὸς δὲ πάντα πλήρη, πῦρ δὲ οὐδαμοῦ ⟨. . .· τ⟩ῇ γὰρ φιλίᾳ ⟨⟨τῶν ἐναντίαων⟩⟩ καὶ ⟨τ⟩ῇ συγκράσει [[τῶν ἐναντίων]] [καὶ] τῶν ἀνομοίων ⟨τὸ πῦρ⟩ φῶς γέγονε, καταλαμπόμενον ὑπὸ τῆς τοῦ [θεοῦ] ⟨ἡλίου⟩ ἐνεργείας, ⟨τοῦ⟩ παντὸς ἀγαθοῦ γεννήτορος, καὶ πάσης
  • τάξεως ἄρχοντος, καὶ ἡγεμόνος τῶν ἑπτὰ κόσμων. σελήνην ⟨ἴ⟩δε, ἐκείνων πρόδρομον πάντων, ὄργανον τῆς φύσεως, τὴν κάτω ὕλην μεταβάλλουσαν· τήν τε γῆν, μέσην τοῦ παντὸς ⟨⟨ἱδρυμένην⟩⟩, ὑποστάθμην τοῦ καλοῦ κόσμου [[ἱδρυμένην]], τροφὸν καὶ τιθήνην τῶν ἐπιγείων. θέασαι δὲ καὶ τὸ πλῆθος
  • τῶν ἀθανατων ζῴων ὅσον ἐστί, καὶ τὸ τῶν θνητῶν, μέσην δὲ ἀμφοτέρων [τῶν τε ἀθανάτων καὶ τῶν θνητῶν] τὴν σελήνην περιπορευομένην.